Fundar 35140 Resultados para: Ὁ
ὅτε οὗν εἶδεν ὁ ὄχλος ὅτι ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς καφαρναοὺμ ζητοῦντες τὸν ἰησοῦν. (São João 6, 24)
καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῶ, ῥαββί, πότε ὧδε γέγονας; (São João 6, 25)
ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς καὶ εἶπεν, ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα ἀλλ᾽ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. (São João 6, 26)
ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός. (São João 6, 27)
εἶπον οὗν πρὸς αὐτόν, τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ; (São João 6, 28)
ἀπεκρίθη [ὁ] ἰησοῦς καὶ εἶπεν αὐτοῖς, τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. (São João 6, 29)
εἶπον οὗν αὐτῶ, τί οὗν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; (São João 6, 30)
οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον, ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. (São João 6, 31)
εἶπεν οὗν αὐτοῖς ὁ ἰησοῦς, ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ μωϊσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ᾽ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· (São João 6, 32)
ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῶ κόσμῳ. (São João 6, 33)
εἶπον οὗν πρὸς αὐτόν, κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον. (São João 6, 34)
εἶπεν αὐτοῖς ὁ ἰησοῦς, ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε. (São João 6, 35)