Mosaico decorativo

Fundar 35140 Resultados para: Ὁ

  • λέγει πρὸς αὐτὸν [ὁ] νικόδημος, πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; (São João 3, 4)

  • ἀπεκρίθη ἰησοῦς, ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. (São João 3, 5)

  • τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. (São João 3, 6)

  • μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. (São João 3, 7)

  • τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος. (São João 3, 8)

  • ἀπεκρίθη νικόδημος καὶ εἶπεν αὐτῶ, πῶς δύναται ταῦτα γενέσθαι; (São João 3, 9)

  • ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῶ, σὺ εἶ ὁ διδάσκαλος τοῦ ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις; (São João 3, 10)

  • ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. (São João 3, 11)

  • εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; (São João 3, 12)

  • καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου. (São João 3, 13)

  • καὶ καθὼς μωϊσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, (São João 3, 14)

  • ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῶ ἔχῃ ζωὴν αἰώνιον. (São João 3, 15)


"Somente por meio de Jesus podemos esperar a salvação." São Padre Pio de Pietrelcina