Mosaico decorativo

Fundar 35140 Resultados para: Ὁ

  • καὶ ἐμαρτύρησεν ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν· (São João 1, 32)

  • κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν, ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὖτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ. (São João 1, 33)

  • κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὖτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. (São João 1, 34)

  • τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, (São João 1, 35)

  • καὶ ἐμβλέψας τῶ ἰησοῦ περιπατοῦντι λέγει, ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ. (São João 1, 36)

  • καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῶ ἰησοῦ. (São João 1, 37)

  • στραφεὶς δὲ ὁ ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς, τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῶ, ῥαββί ὃ λέγεται μεθερμηνευόμενον διδάσκαλε, ποῦ μένεις; (São João 1, 38)

  • λέγει αὐτοῖς, ἔρχεσθε καὶ ὄψεσθε. ἦλθαν οὗν καὶ εἶδαν ποῦ μένει, καὶ παρ᾽ αὐτῶ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. (São João 1, 39)

  • ἦν ἀνδρέας ὁ ἀδελφὸς σίμωνος πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ ἰωάννου καὶ ἀκολουθησάντων αὐτῶ· (São João 1, 40)

  • εὑρίσκει οὖτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον σίμωνα καὶ λέγει αὐτῶ, εὑρήκαμεν τὸν μεσσίαν ὅ ἐστιν μεθερμηνευόμενον χριστός· (São João 1, 41)

  • ἤγαγεν αὐτὸν πρὸς τὸν ἰησοῦν. ἐμβλέψας αὐτῶ ὁ ἰησοῦς εἶπεν, σὺ εἶ σίμων ὁ υἱὸς ἰωάννου· σὺ κληθήσῃ κηφᾶς ὃ ἑρμηνεύεται πέτρος. (São João 1, 42)

  • τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν γαλιλαίαν, καὶ εὑρίσκει φίλιππον. καὶ λέγει αὐτῶ ὁ ἰησοῦς, ἀκολούθει μοι. (São João 1, 43)


"Deve-se caminhar em nuvens cada vez que se termina uma confissão!" São Padre Pio de Pietrelcina