Mosaico decorativo

Fundar 35140 Resultados para: Ὁ

  • ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν. (São Lucas 6, 48)

  • ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου, ᾗ προσέρηξεν ὁ ποταμός, καὶ εὐθὺς συνέπεσεν, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα. (São Lucas 6, 49)

  • ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς καφαρναούμ. (São Lucas 7, 1)

  • ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῶ ἔντιμος. (São Lucas 7, 2)

  • ἀκούσας δὲ περὶ τοῦ ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. (São Lucas 7, 3)

  • οἱ δὲ παραγενόμενοι πρὸς τὸν ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξῃ τοῦτο, (São Lucas 7, 4)

  • ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. (São Lucas 7, 5)

  • ὁ δὲ ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῶ, κύριε, μὴ σκύλλου, οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· (São Lucas 7, 6)

  • διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ἰαθήτω ὁ παῖς μου. (São Lucas 7, 7)

  • καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῶ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. (São Lucas 7, 8)

  • ἀκούσας δὲ ταῦτα ὁ ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῶ ἀκολουθοῦντι αὐτῶ ὄχλῳ εἶπεν, λέγω ὑμῖν, οὐδὲ ἐν τῶ ἰσραὴλ τοσαύτην πίστιν εὖρον. (São Lucas 7, 9)

  • καὶ ὑποστρέψαντες εἰς τὸν οἶκον οἱ πεμφθέντες εὖρον τὸν δοῦλον ὑγιαίνοντα. (São Lucas 7, 10)


"Jesus está com você." São Padre Pio de Pietrelcina