Mosaico decorativo

Fundar 35140 Resultados para: Ὁ

  • ἔλεγεν γὰρ αὐτῶ, ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. (São Marcos 5, 8)

  • καὶ ἐπηρώτα αὐτόν, τί ὄνομά σοι; καὶ λέγει αὐτῶ, λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. (São Marcos 5, 9)

  • καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας. (São Marcos 5, 10)

  • ἦν δὲ ἐκεῖ πρὸς τῶ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· (São Marcos 5, 11)

  • καὶ παρεκάλεσαν αὐτὸν λέγοντες, πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. (São Marcos 5, 12)

  • καὶ ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. (São Marcos 5, 13)

  • καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός. (São Marcos 5, 14)

  • καὶ ἔρχονται πρὸς τὸν ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγιῶνα, καὶ ἐφοβήθησαν. (São Marcos 5, 15)

  • καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῶ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων. (São Marcos 5, 16)

  • καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. (São Marcos 5, 17)

  • καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ᾽ αὐτοῦ ᾖ. (São Marcos 5, 18)

  • καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῶ, ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀπάγγειλον αὐτοῖς ὅσα ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε. (São Marcos 5, 19)


"Pense na felicidade que está reservada para nós no Paraíso". São Padre Pio de Pietrelcina