Mosaico decorativo

Fundar 35140 Resultados para: Ὁ

  • ὁ δὲ εἶπεν, ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῶ, ὁ διδάσκαλος λέγει, ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. (São Mateus 26, 18)

  • καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα. (São Mateus 26, 19)

  • ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα. (São Mateus 26, 20)

  • καὶ ἐσθιόντων αὐτῶν εἶπεν, ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. (São Mateus 26, 21)

  • καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῶ εἷς ἕκαστος, μήτι ἐγώ εἰμι, κύριε; (São Mateus 26, 22)

  • ὁ δὲ ἀποκριθεὶς εἶπεν, ὁ ἐμβάψας μετ᾽ ἐμοῦ τὴν χεῖρα ἐν τῶ τρυβλίῳ οὖτός με παραδώσει. (São Mateus 26, 23)

  • ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῶ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὖ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῶ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. (São Mateus 26, 24)

  • ἀποκριθεὶς δὲ ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν, μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῶ, σὺ εἶπας. (São Mateus 26, 25)

  • ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ ἰησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν, λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου. (São Mateus 26, 26)

  • καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων, πίετε ἐξ αὐτοῦ πάντες, (São Mateus 26, 27)

  • τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. (São Mateus 26, 28)

  • λέγω δὲ ὑμῖν, οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. (São Mateus 26, 29)


"É preciso amar, amar e nada mais". São Padre Pio de Pietrelcina