Fundar 35140 Resultados para: Ὁ
αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων ἑαυτῶν. (São Mateus 25, 4)
χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. (São Mateus 25, 5)
μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν, ἰδοὺ ὁ νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν [αὐτοῦ]. (São Mateus 25, 6)
τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν. (São Mateus 25, 7)
αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν, δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. (São Mateus 25, 8)
ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι, μήποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. (São Mateus 25, 9)
ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾽ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. (São Mateus 25, 10)
ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι, κύριε κύριε, ἄνοιξον ἡμῖν. (São Mateus 25, 11)
ὁ δὲ ἀποκριθεὶς εἶπεν, ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. (São Mateus 25, 12)
γρηγορεῖτε οὗν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν. (São Mateus 25, 13)
ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, (São Mateus 25, 14)
καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως (São Mateus 25, 15)