Fundar 35140 Resultados para: Ὁ
καὶ ἀποκριθέντες τῶ ἰησοῦ εἶπαν, οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός, οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. (São Mateus 21, 27)
τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. καὶ προσελθὼν τῶ πρώτῳ εἶπεν, τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῶ ἀμπελῶνι. (São Mateus 21, 28)
ὁ δὲ ἀποκριθεὶς εἶπεν, οὐ θέλω, ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν. (São Mateus 21, 29)
προσελθὼν δὲ τῶ ἑτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν, ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν. (São Mateus 21, 30)
τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; λέγουσιν, ὁ πρῶτος. λέγει αὐτοῖς ὁ ἰησοῦς, ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ. (São Mateus 21, 31)
ἦλθεν γὰρ ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῶ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῶ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῶ· ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῶ. (São Mateus 21, 32)
ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῶ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῶ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. (São Mateus 21, 33)
ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. (São Mateus 21, 34)
καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. (São Mateus 21, 35)
πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. (São Mateus 21, 36)
ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων, ἐντραπήσονται τὸν υἱόν μου. (São Mateus 21, 37)
οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς, οὖτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ. (São Mateus 21, 38)