Mosaico decorativo

Fundar 35140 Resultados para: Ὁ

  • οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ (Eclesiástico 1, 22)

  • ἕως καιροῦ ἀνθέξεται μακρόθυμος καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη (Eclesiástico 1, 23)

  • ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ (Eclesiástico 1, 24)

  • ἐν θησαυροῖς σοφίας παραβολαὶ ἐπιστήμης βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια (Eclesiástico 1, 25)

  • ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς καὶ κύριος χορηγήσει σοι αὐτήν (Eclesiástico 1, 26)

  • σοφία γὰρ καὶ παιδεία φόβος κυρίου καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πραότης (Eclesiástico 1, 27)

  • μὴ ἀπειθήσῃς φόβῳ κυρίου καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ (Eclesiástico 1, 28)

  • μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων καὶ ἐν τοῖς χείλεσίν σου πρόσεχε (Eclesiástico 1, 29)

  • μὴ ἐξύψου σεαυτόν ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν καὶ ἀποκαλύψει κύριος τὰ κρυπτά σου καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε ὅτι οὐ προσῆλθες φόβῳ κυρίου καὶ ἡ καρδία σου πλήρης δόλου (Eclesiástico 1, 30)

  • τέκνον εἰ προσέρχῃ δουλεύειν κυρίῳ ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν (Eclesiástico 2, 1)

  • εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς (Eclesiástico 2, 2)

  • κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου (Eclesiástico 2, 3)


"Comunguemos com santo temor e com grande amor." São Padre Pio de Pietrelcina