Mosaico decorativo

Fundar 31964 Resultados para: Ἡ

  • ὁ δὲ ἔφη, ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. ὁ θεὸς τῆς δόξης ὤφθη τῶ πατρὶ ἡμῶν ἀβραὰμ ὄντι ἐν τῇ μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν χαρράν, (Atos dos Apóstolos 7, 2)

  • καὶ εἶπεν πρὸς αὐτόν, ἔξελθε ἐκ τῆς γῆς σου καὶ [ἐκ] τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω. (Atos dos Apóstolos 7, 3)

  • τότε ἐξελθὼν ἐκ γῆς χαλδαίων κατῴκησεν ἐν χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε, (Atos dos Apóstolos 7, 4)

  • καὶ οὐκ ἔδωκεν αὐτῶ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῶ εἰς κατάσχεσιν αὐτὴν καὶ τῶ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν, οὐκ ὄντος αὐτῶ τέκνου. (Atos dos Apóstolos 7, 5)

  • ἐλάλησεν δὲ οὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια· (Atos dos Apóstolos 7, 6)

  • καὶ ἔδωκεν αὐτῶ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ ἰσαὰκ τὸν ἰακώβ, καὶ ἰακὼβ τοὺς δώδεκα πατριάρχας. (Atos dos Apóstolos 7, 8)

  • καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν ἰωσὴφ ἀπέδοντο εἰς αἴγυπτον· καὶ ἦν ὁ θεὸς μετ᾽ αὐτοῦ, (Atos dos Apóstolos 7, 9)

  • καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῶ χάριν καὶ σοφίαν ἐναντίον φαραὼ βασιλέως αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾽ αἴγυπτον καὶ [ἐφ᾽] ὅλον τὸν οἶκον αὐτοῦ. (Atos dos Apóstolos 7, 10)

  • ἦλθεν δὲ λιμὸς ἐφ᾽ ὅλην τὴν αἴγυπτον καὶ χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. (Atos dos Apóstolos 7, 11)

  • ἀκούσας δὲ ἰακὼβ ὄντα σιτία εἰς αἴγυπτον ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον· (Atos dos Apóstolos 7, 12)

  • καὶ ἐν τῶ δευτέρῳ ἀνεγνωρίσθη ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῶ φαραὼ τὸ γένος [τοῦ] ἰωσήφ. (Atos dos Apóstolos 7, 13)

  • ἀποστείλας δὲ ἰωσὴφ μετεκαλέσατο ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε, (Atos dos Apóstolos 7, 14)


"O amor nada mais é do que o brilho de Deus nos homens". São Padre Pio de Pietrelcina