Fundar 31964 Resultados para: Ἡ
τότε ὑπέστρεψαν εἰς ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς ἰερουσαλὴμ σαββάτου ἔχον ὁδόν. (Atos dos Apóstolos 1, 12)
καὶ ὅτε εἰσῆλθον, εἰς τὸ ὑπερῶον ἀνέβησαν οὖ ἦσαν καταμένοντες, ὅ τε πέτρος καὶ ἰωάννης καὶ ἰάκωβος καὶ ἀνδρέας, φίλιππος καὶ θωμᾶς, βαρθολομαῖος καὶ μαθθαῖος, ἰάκωβος ἁλφαίου καὶ σίμων ὁ ζηλωτὴς καὶ ἰούδας ἰακώβου. (Atos dos Apóstolos 1, 13)
οὖτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ σὺν γυναιξὶν καὶ μαριὰμ τῇ μητρὶ τοῦ ἰησοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ. (Atos dos Apóstolos 1, 14)
καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς πέτρος ἐν μέσῳ τῶν ἀδελφῶν εἶπεν ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡσεὶ ἑκατὸν εἴκοσι, (Atos dos Apóstolos 1, 15)
ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος δαυὶδ περὶ ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν ἰησοῦν, (Atos dos Apóstolos 1, 16)
ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης. (Atos dos Apóstolos 1, 17)
οὖτος μὲν οὗν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ. (Atos dos Apóstolos 1, 18)
καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν ἰερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν ἁκελδαμάχ, τοῦτ᾽ ἔστιν, χωρίον αἵματος. (Atos dos Apóstolos 1, 19)
γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν, γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καί, τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος. (Atos dos Apóstolos 1, 20)
δεῖ οὗν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ᾽ ἡμᾶς ὁ κύριος ἰησοῦς, (Atos dos Apóstolos 1, 21)
ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφ᾽ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων. (Atos dos Apóstolos 1, 22)
καὶ ἔστησαν δύο, ἰωσὴφ τὸν καλούμενον βαρσαββᾶν, ὃς ἐπεκλήθη ἰοῦστος, καὶ μαθθίαν. (Atos dos Apóstolos 1, 23)