Fundar 12438 Resultados para: Ἐπ
καὶ ἐποίησεν κύριος ὅτι ἡμάρτετε αὐτῷ καὶ οὐκ ἠκούσατε αὐτοῦ τῆς φωνῆς (Jeremias 47, 3)
ἰδοὺ ἔλυσά σε ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου εἰ καλὸν ἐναντίον σου ἐλθεῖν μετ’ ἐμοῦ εἰς Βαβυλῶνα ἧκε καὶ θήσω τοὺς ὀφθαλμούς μου ἐπὶ σέ (Jeremias 47, 4)
καὶ πάντες οἱ Ιουδαῖοι οἱ ἐν γῇ Μωαβ καὶ ἐν υἱοῖς Αμμων καὶ οἱ ἐν τῇ Ιδουμαίᾳ καὶ οἱ ἐν πάσῃ τῇ γῇ ἤκουσαν ὅτι ἔδωκεν βασιλεὺς Βαβυλῶνος κατάλειμμα τῷ Ιουδα καὶ ὅτι κατέστησεν ἐπ’ αὐτοὺς τὸν Γοδολιαν υἱὸν Αχικαμ (Jeremias 47, 11)
καὶ εἶπαν αὐτῷ εἰ γνώσει γινώσκεις ὅτι Βελισα βασιλεὺς υἱῶν Αμμων ἀπέστειλεν πρὸς σὲ τὸν Ισμαηλ πατάξαι σου ψυχήν καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολιας (Jeremias 47, 14)
καὶ ἀνέστη Ισμαηλ καὶ οἱ δέκα ἄνδρες οἳ ἦσαν μετ’ αὐτοῦ καὶ ἐπάταξαν τὸν Γοδολιαν ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐπὶ τῆς γῆς (Jeremias 48, 2)
καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς Ισμαηλ αὐτοὶ ἐπορεύοντο καὶ ἔκλαιον καὶ εἶπεν αὐτοῖς εἰσέλθετε πρὸς Γοδολιαν (Jeremias 48, 6)
καὶ τὸ φρέαρ εἰς ὃ ἔρριψεν ἐκεῖ Ισμαηλ πάντας οὓς ἐπάταξεν φρέαρ μέγα τοῦτό ἐστιν ὃ ἐποίησεν ὁ βασιλεὺς Ασα ἀπὸ προσώπου Βαασα βασιλέως Ισραηλ τοῦτο ἐνέπλησεν Ισμαηλ τραυματιῶν (Jeremias 48, 9)
καὶ ἤκουσεν Ιωαναν υἱὸς Καρηε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ’ αὐτοῦ πάντα τὰ κακά ἃ ἐποίησεν Ισμαηλ (Jeremias 48, 11)
καὶ ἤγαγον ἅπαν τὸ στρατόπεδον αὐτῶν καὶ ᾤχοντο πολεμεῖν αὐτὸν καὶ εὗρον αὐτὸν ἐπὶ ὕδατος πολλοῦ ἐν Γαβαων (Jeremias 48, 12)
ἀπὸ προσώπου τῶν Χαλδαίων ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου αὐτῶν ὅτι ἐπάταξεν Ισμαηλ τὸν Γοδολιαν ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐν τῇ γῇ (Jeremias 48, 18)
ἐὰν καθίσαντες καθίσητε ἐν τῇ γῇ ταύτῃ οἰκοδομήσω ὑμᾶς καὶ οὐ μὴ καθέλω καὶ φυτεύσω ὑμᾶς καὶ οὐ μὴ ἐκτίλω ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς οἷς ἐποίησα ὑμῖν (Jeremias 49, 10)
καὶ δώσω ὑμῖν ἔλεος καὶ ἐλεήσω ὑμᾶς καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν (Jeremias 49, 12)