Fundar 24028 Resultados para: Ἐν
στήτωσαν δὴ οἱ ἄρχοντες ἡμῶν τῇ πάσῃ ἐκκλησίᾳ καὶ πάντες οἱ ἐν πόλεσιν ἡμῶν ὃς ἐκάθισεν γυναῖκας ἀλλοτρίας ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συνταγῶν καὶ μετ’ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταὶ τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ θεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ῥήματος τούτου (Neemias 10, 14)
καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας καὶ διεστάλησαν Εσδρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ καὶ πάντες ἐν ὀνόμασιν ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ῥῆμα (Neemias 10, 16)
καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου (Neemias 10, 17)
καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας αὐτῶν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν (Neemias 10, 19)
καὶ ἀπὸ υἱῶν Φααθμωαβ Εδενε Χαληλ Βαναια Μασηα Μαθανια Βεσεληλ καὶ Βανουι καὶ Μανασση (Neemias 10, 30)
Βενιαμιν Μαλουχ Σαμαρια (Neemias 10, 32)
λόγοι Νεεμια υἱοῦ Αχαλια καὶ ἐγένετο ἐν μηνὶ Χασεηλου ἔτους εἰκοστοῦ καὶ ἐγὼ ἤμην ἐν Σουσαν αβιρα (Neemias 11, 1)
καὶ ἦλθεν Ανανι εἷς ἀπὸ ἀδελφῶν μου αὐτὸς καὶ ἄνδρες Ιουδα καὶ ἠρώτησα αὐτοὺς περὶ τῶν σωθέντων οἳ κατελείφθησαν ἀπὸ τῆς αἰχμαλωσίας καὶ περὶ Ιερουσαλημ (Neemias 11, 2)
καὶ εἴποσαν πρός με οἱ καταλειπόμενοι οἱ καταλειφθέντες ἀπὸ τῆς αἰχμαλωσίας ἐκεῖ ἐν τῇ χώρᾳ ἐν πονηρίᾳ μεγάλῃ καὶ ἐν ὀνειδισμῷ καὶ τείχη Ιερουσαλημ καθῃρημένα καὶ αἱ πύλαι αὐτῆς ἐνεπρήσθησαν ἐν πυρί (Neemias 11, 3)
καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαί με τοὺς λόγους τούτους ἐκάθισα καὶ ἔκλαυσα καὶ ἐπένθησα ἡμέρας καὶ ἤμην νηστεύων καὶ προσευχόμενος ἐνώπιον θεοῦ τοῦ οὐρανοῦ (Neemias 11, 4)
καὶ εἶπα μὴ δή κύριε ὁ θεὸς τοῦ οὐρανοῦ ὁ ἰσχυρὸς ὁ μέγας καὶ ὁ φοβερός φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολὰς αὐτοῦ (Neemias 11, 5)
ἔστω δὴ τὸ οὖς σου προσέχον καὶ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι τοῦ ἀκοῦσαι προσευχὴν δούλου σου ἣν ἐγὼ προσεύχομαι ἐνώπιόν σου σήμερον ἡμέραν καὶ νύκτα περὶ υἱῶν Ισραηλ δούλων σου καὶ ἐξαγορεύω ἐπὶ ἁμαρτίαις υἱῶν Ισραηλ ἃς ἡμάρτομέν σοι καὶ ἐγὼ καὶ ὁ οἶκος πατρός μου ἡμάρτομεν (Neemias 11, 6)