Fundar 24028 Resultados para: Ἐν
καὶ κατηύθυνεν κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ καὶ ἔδωκεν πᾶς Ιουδα δῶρα τῷ Ιωσαφατ καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή (II Crônicas 17, 5)
καὶ ὑψώθη καρδία αὐτοῦ ἐν ὁδῷ κυρίου καὶ ἔτι ἐξῆρεν τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς Ιουδα (II Crônicas 17, 6)
καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλεν τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν τὸν Αβδιαν καὶ Ζαχαριαν καὶ Ναθαναηλ καὶ Μιχαιαν διδάσκειν ἐν πόλεσιν Ιουδα (II Crônicas 17, 7)
καὶ ἐδίδασκον ἐν Ιουδα καὶ μετ’ αὐτῶν βύβλος νόμου κυρίου καὶ διῆλθον ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἐδίδασκον τὸν λαόν (II Crônicas 17, 9)
καὶ ἦν Ιωσαφατ πορευόμενος μείζων ἕως εἰς ὕψος καὶ ᾠκοδόμησεν οἰκήσεις ἐν τῇ Ιουδαίᾳ καὶ πόλεις ὀχυράς (II Crônicas 17, 12)
καὶ ἔργα πολλὰ ἐγένετο αὐτῷ ἐν τῇ Ιουδαίᾳ καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν Ιερουσαλημ (II Crônicas 17, 13)
καὶ μετ’ αὐτὸν Ιωαναν ὁ ἡγούμενος καὶ μετ’ αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες (II Crônicas 17, 15)
καὶ μετ’ αὐτὸν Αμασιας ὁ τοῦ Ζαχρι ὁ προθυμούμενος τῷ κυρίῳ καὶ μετ’ αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως (II Crônicas 17, 16)
καὶ ἐκ τοῦ Βενιαμιν δυνατὸς δυνάμεως Ελιαδα καὶ μετ’ αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες (II Crônicas 17, 17)
οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς ἐν πάσῃ τῇ Ιουδαίᾳ (II Crônicas 17, 19)
καὶ ἐγενήθη τῷ Ιωσαφατ ἔτι πλοῦτος καὶ δόξα πολλή καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ Αχααβ (II Crônicas 18, 1)
καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς Αχααβ εἰς Σαμάρειαν καὶ ἔθυσεν αὐτῷ Αχααβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετ’ αὐτοῦ καὶ ἠπάτα αὐτὸν τοῦ συναναβῆναι μετ’ αὐτοῦ εἰς Ραμωθ τῆς Γαλααδίτιδος (II Crônicas 18, 2)