Mosaico decorativo

Fundar 24028 Resultados para: Ἐν

  • καὶ ἠθύμησεν Δαυιδ ὅτι διέκοψεν κύριος διακοπὴν ἐν Οζα καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Διακοπὴ Οζα ἕως τῆς ἡμέρας ταύτης (I Crônicas 13, 11)

  • καὶ ἐφοβήθη Δαυιδ τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων πῶς εἰσοίσω πρὸς ἐμαυτὸν τὴν κιβωτὸν τοῦ θεοῦ (I Crônicas 13, 12)

  • καὶ οὐκ ἀπέστρεψεν Δαυιδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυιδ καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον Αβεδδαρα τοῦ Γεθθαίου (I Crônicas 13, 13)

  • καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ θεοῦ ἐν οἴκῳ Αβεδδαρα τρεῖς μῆνας καὶ εὐλόγησεν ὁ θεὸς Αβεδδαραμ καὶ πάντα τὰ αὐτοῦ (I Crônicas 13, 14)

  • καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους τοίχων καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον (I Crônicas 14, 1)

  • καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμησεν αὐτὸν κύριος ἐπὶ Ισραηλ ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ισραηλ (I Crônicas 14, 2)

  • καὶ ἔλαβεν Δαυιδ ἔτι γυναῖκας ἐν Ιερουσαλημ καὶ ἐτέχθησαν Δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες (I Crônicas 14, 3)

  • καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων οἳ ἦσαν αὐτῷ ἐν Ιερουσαλημ Σαμαα Ισοβααμ Ναθαν Σαλωμων (I Crônicas 14, 4)

  • καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυιδ βασιλεὺς ἐπὶ πάντα Ισραηλ καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυιδ καὶ ἤκουσεν Δαυιδ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς (I Crônicas 14, 8)

  • καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων (I Crônicas 14, 9)

  • καὶ ἠρώτησεν Δαυιδ διὰ τοῦ θεοῦ λέγων εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου καὶ εἶπεν αὐτῷ κύριος ἀνάβηθι καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου (I Crônicas 14, 10)

  • καὶ ἀνέβη εἰς Βααλφαρασιν καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυιδ καὶ εἶπεν Δαυιδ διέκοψεν ὁ θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ φαρασιν (I Crônicas 14, 11)


"Seria mais fácil a Terra existir sem o sol do que sem a santa Missa!" São Padre Pio de Pietrelcina