Mosaico decorativo

Fundar 24028 Resultados para: Ἐν

  • καὶ ηὐλόγησεν τὸν Αβραμ καὶ εἶπεν εὐλογημένος Αβραμ τῷ θεῷ τῷ ὑψίστῳ ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν (Gênesis 14, 19)

  • καὶ εὐλογητὸς ὁ θεὸς ὁ ὕψιστος ὃς παρέδωκεν τοὺς ἐχθρούς σου ὑποχειρίους σοι καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων (Gênesis 14, 20)

  • εἶπεν δὲ βασιλεὺς Σοδομων πρὸς Αβραμ δός μοι τοὺς ἄνδρας τὴν δὲ ἵππον λαβὲ σεαυτῷ (Gênesis 14, 21)

  • εἶπεν δὲ Αβραμ πρὸς βασιλέα Σοδομων ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν (Gênesis 14, 22)

  • μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα κυρίου πρὸς Αβραμ ἐν ὁράματι λέγων μὴ φοβοῦ Αβραμ ἐγὼ ὑπερασπίζω σου ὁ μισθός σου πολὺς ἔσται σφόδρα (Gênesis 15, 1)

  • λέγει δὲ Αβραμ δέσποτα τί μοι δώσεις ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος ὁ δὲ υἱὸς Μασεκ τῆς οἰκογενοῦς μου οὗτος Δαμασκὸς Ελιεζερ (Gênesis 15, 2)

  • καὶ εἶπεν Αβραμ ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα ὁ δὲ οἰκογενής μου κληρονομήσει με (Gênesis 15, 3)

  • ἐξήγαγεν δὲ αὐτὸν ἔξω καὶ εἶπεν αὐτῷ ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς καὶ εἶπεν οὕτως ἔσται τὸ σπέρμα σου (Gênesis 15, 5)

  • καὶ ἐπίστευσεν Αβραμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην (Gênesis 15, 6)

  • εἶπεν δὲ πρὸς αὐτόν ἐγὼ ὁ θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι (Gênesis 15, 7)

  • εἶπεν δέ δέσποτα κύριε κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν (Gênesis 15, 8)

  • εἶπεν δὲ αὐτῷ λαβέ μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν (Gênesis 15, 9)


"Deve-se caminhar em nuvens cada vez que se termina uma confissão!" São Padre Pio de Pietrelcina