Fundar 24028 Resultados para: Ἐν
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ἡμέρᾳ ᾗ ἂν ἔλθῃ Γωγ ἐπὶ τὴν γῆν τοῦ Ισραηλ λέγει κύριος κύριος ἀναβήσεται ὁ θυμός μου (Ezequiel 38, 18)
καὶ ὁ ζῆλός μου ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς Ισραηλ (Ezequiel 38, 19)
καὶ μεγαλυνθήσομαι καὶ ἁγιασθήσομαι καὶ ἐνδοξασθήσομαι καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος (Ezequiel 38, 23)
καὶ τὸ ὄνομά μου τὸ ἅγιον γνωσθήσεται ἐν μέσῳ λαοῦ μου Ισραηλ καὶ οὐ βεβηλωθήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ἅγιος ἐν Ισραηλ (Ezequiel 39, 7)
ἰδοὺ ἥκει καὶ γνώσῃ ὅτι ἔσται λέγει κύριος κύριος αὕτη ἐστὶν ἡ ἡμέρα ἐν ᾗ ἐλάλησα (Ezequiel 39, 8)
καὶ ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις Ισραηλ καὶ καύσουσιν ἐν τοῖς ὅπλοις πέλταις καὶ κοντοῖς καὶ τόξοις καὶ τοξεύμασιν καὶ ῥάβδοις χειρῶν καὶ λόγχαις καὶ καύσουσιν ἐν αὐτοῖς πῦρ ἑπτὰ ἔτη (Ezequiel 39, 9)
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ Γωγ τόπον ὀνομαστόν μνημεῖον ἐν Ισραηλ τὸ πολυάνδριον τῶν ἐπελθόντων πρὸς τῇ θαλάσσῃ καὶ περιοικοδομήσουσιν τὸ περιστόμιον τῆς φάραγγος καὶ κατορύξουσιν ἐκεῖ τὸν Γωγ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ καὶ κληθήσεται τὸ γαι τὸ πολυάνδριον τοῦ Γωγ (Ezequiel 39, 11)
καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ισραηλ ἵνα καθαρισθῇ ἡ γῆ ἐν ἑπταμήνῳ (Ezequiel 39, 12)
καὶ πᾶς ὁ διαπορευόμενος τὴν γῆν καὶ ἰδὼν ὀστοῦν ἀνθρώπου οἰκοδομήσει παρ’ αὐτὸ σημεῖον ἕως ὅτου θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαι τὸ πολυάνδριον τοῦ Γωγ (Ezequiel 39, 15)
καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν καὶ ὄψονται πάντα τὰ ἔθνη τὴν κρίσιν μου ἣν ἐποίησα καὶ τὴν χεῖρά μου ἣν ἐπήγαγον ἐπ’ αὐτούς (Ezequiel 39, 21)
καὶ λήμψονται τὴν ἀτιμίαν ἑαυτῶν καὶ τὴν ἀδικίαν ἣν ἠδίκησαν ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν ἐπ’ εἰρήνης καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν (Ezequiel 39, 26)
ἐν τῷ ἀποστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συναγαγεῖν με αὐτοὺς ἐκ τῶν χωρῶν τῶν ἐθνῶν καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν (Ezequiel 39, 27)