Fundar 10040 Resultados para: Ἐκ
καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαουλ καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυιδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ (II Samuel 1, 2)
καὶ εἶπεν αὐτῷ Δαυιδ πόθεν σὺ παραγίνῃ καὶ εἶπεν πρὸς αὐτόν ἐκ τῆς παρεμβολῆς Ισραηλ ἐγὼ διασέσῳσμαι (II Samuel 1, 3)
καὶ εἶπεν αὐτῷ Δαυιδ τίς ὁ λόγος οὗτος ἀπάγγειλόν μοι καὶ εἶπεν ὅτι ἔφυγεν ὁ λαὸς ἐκ τοῦ πολέμου καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον καὶ ἀπέθανεν καὶ Σαουλ καὶ Ιωναθαν ὁ υἱὸς αὐτοῦ ἀπέθανεν (II Samuel 1, 4)
καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ καὶ εἶδέν με καὶ ἐκάλεσέν με καὶ εἶπα ἰδοὺ ἐγώ (II Samuel 1, 7)
καὶ ἐκράτησεν Δαυιδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά καὶ πάντες οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν (II Samuel 1, 11)
καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαουλ καὶ ἐπὶ Ιωναθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν Ιουδα καὶ ἐπὶ τὸν οἶκον Ισραηλ ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ (II Samuel 1, 12)
καὶ ἐκάλεσεν Δαυιδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν προσελθὼν ἀπάντησον αὐτῷ καὶ ἐπάταξεν αὐτόν καὶ ἀπέθανεν (II Samuel 1, 15)
καὶ εἶπεν Δαυιδ πρὸς αὐτόν τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι ἐγὼ ἐθανάτωσα τὸν χριστὸν κυρίου (II Samuel 1, 16)
ὄρη τὰ ἐν Γελβουε μὴ καταβῇ δρόσος καὶ μὴ ὑετὸς ἐφ’ ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν θυρεὸς Σαουλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ (II Samuel 1, 21)
Σαουλ καὶ Ιωναθαν οἱ ἠγαπημένοι καὶ ὡραῖοι οὐ διακεχωρισμένοι εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν ὑπὲρ ἀετοὺς κοῦφοι καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν (II Samuel 1, 23)
καὶ ἀνέβη ἐκεῖ Δαυιδ εἰς Χεβρων καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ Αχινοομ ἡ Ιεζραηλῖτις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ τοῦ Καρμηλίου (II Samuel 2, 2)
καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ καὶ κατῴκουν ἐν ταῖς πόλεσιν Χεβρων (II Samuel 2, 3)