Mosaico decorativo

Fundar 366 Resultados para: σώμα του Χριστού

  • θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ τοῦ χριστοῦ ὁ θεός. (I Coríntios 11, 3)

  • καὶ εὐχαριστήσας ἔκλασεν καὶ εἶπεν, τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. (I Coríntios 11, 24)

  • ὁ γὰρ ἐσθίων καὶ πίνων κρίμα ἑαυτῶ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ σῶμα. (I Coríntios 11, 29)

  • καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ χριστός· (I Coríntios 12, 12)

  • καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε ἰουδαῖοι εἴτε ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες ἓν πνεῦμα ἐποτίσθημεν. (I Coríntios 12, 13)

  • καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά. (I Coríntios 12, 14)

  • εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις; (I Coríntios 12, 17)

  • εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; (I Coríntios 12, 19)

  • νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα. (I Coríntios 12, 20)

  • τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα, τῶ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν, (I Coríntios 12, 24)

  • ὑμεῖς δέ ἐστε σῶμα χριστοῦ καὶ μέλη ἐκ μέρους. (I Coríntios 12, 27)

  • κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυχήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. (I Coríntios 13, 3)


"Como Jesus, preparemo-nos a duas ascensões: uma ao Calvário e outra ao Céu." São Padre Pio de Pietrelcina