Fundar 41 Resultados para: σπέρματος

  • καὶ ἐγενήθη ἐν τῷ ἑβδόμῳ μηνὶ ἦλθεν Ισμαηλ υἱὸς Ναθανιου υἱοῦ Ελισαμα ἐκ τοῦ σπέρματος τῶν βασιλέων καὶ δέκα ἄνδρες μετ’ αὐτοῦ καὶ ἐπάταξεν τὸν Γοδολιαν καὶ ἀπέθανεν καὶ τοὺς Ιουδαίους καὶ τοὺς Χαλδαίους οἳ ἦσαν μετ’ αὐτοῦ εἰς Μασσηφαθ (II Reis 25, 25)

  • βίβλος λόγων Τωβιτ τοῦ Τωβιηλ τοῦ Ανανιηλ τοῦ Αδουηλ τοῦ Γαβαηλ ἐκ τοῦ σπέρματος Ασιηλ ἐκ τῆς φυλῆς Νεφθαλιμ (Tobias 1, 1)

  • καὶ ὅτε ἐγενόμην ἀνήρ ἔλαβον Ανναν γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν καὶ ἐγέννησα ἐξ αὐτῆς Τωβιαν (Tobias 1, 9)

  • πρόσεχε σεαυτῷ παιδίον ἀπὸ πάσης πορνείας καὶ γυναῖκα πρῶτον λαβὲ ἀπὸ τοῦ σπέρματος τῶν πατέρων σου μὴ λάβῃς γυναῖκα ἀλλοτρίαν ἣ οὐκ ἔστιν ἐκ τῆς φυλῆς τοῦ πατρός σου διότι υἱοὶ προφητῶν ἐσμεν Νωε Αβρααμ Ισαακ Ιακωβ οἱ πατέρες ἡμῶν ἀπὸ τοῦ αἰῶνος μνήσθητι παιδίον ὅτι οὗτοι πάντες ἔλαβον γυναῖκας ἐκ τῶν ἀδελφῶν αὐτῶν καὶ εὐλογήθησαν ἐν τοῖς τέκνοις αὐτῶν καὶ τὸ σπέρμα αὐτῶν κληρονομήσει γῆν (Tobias 4, 12)

  • αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων οἷς ἐδόθη σωτηρία Ισραηλ διὰ χειρὸς αὐτῶν (I Macabeus 5, 62)

  • εἶπον γάρ ἄνθρωπος ἱερεὺς ἐκ σπέρματος Ααρων ἦλθεν ἐν ταῖς δυνάμεσιν καὶ οὐκ ἀδικήσει ἡμᾶς (I Macabeus 7, 14)

  • δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελθούσης (Sabedoria 7, 2)

  • μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσεν καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται (Eclesiástico 1, 15)

  • τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος (Eclesiástico 41, 6)

  • μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ ἀγαθὴ κληρονομία ἔκγονα αὐτῶν (Eclesiástico 44, 11)

  • καὶ ἀνεπαύσατο Σαλωμων μετὰ τῶν πατέρων αὐτοῦ καὶ κατέλιπεν μετ’ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ λαοῦ ἀφροσύνην καὶ ἐλασσούμενον συνέσει Ροβοαμ ὃς ἀπέστησεν λαὸν ἐκ βουλῆς αὐτοῦ (Eclesiástico 47, 23)

  • μὴ εὐφρανθείητε πάντες οἱ ἀλλόφυλοι συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσεται ἔκγονα ἀσπίδων καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι (Isaías 14, 29)


“Pode-se manter a paz de espírito mesmo no meio das tempestades da vida”. São Padre Pio de Pietrelcina