Fundar 3466 Resultados para: θεός του Ισραήλ
καὶ ἀνέστη μετὰ Αβιμελεχ τοῦ σῶσαι τὸν Ισραηλ Θωλα υἱὸς Φουα υἱὸς πατραδέλφου αὐτοῦ ἀνὴρ Ισσαχαρ καὶ αὐτὸς ᾤκει ἐν Σαμιρ ἐν ὄρει Εφραιμ (Juízes 10, 1)
καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι τρία ἔτη καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν Σαμιρ (Juízes 10, 2)
καὶ ἀνέστη μετ’ αὐτὸν Ιαϊρ ὁ Γαλααδ καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι δύο ἔτη (Juízes 10, 3)
καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐδούλευσαν τοῖς Βααλιμ καὶ ταῖς Ασταρωθ καὶ τοῖς θεοῖς Αραδ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωαβ καὶ τοῖς θεοῖς υἱῶν Αμμων καὶ τοῖς θεοῖς Φυλιστιιμ καὶ ἐγκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ (Juízes 10, 6)
καὶ ὠργίσθη θυμῷ κύριος ἐν Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Φυλιστιιμ καὶ ἐν χειρὶ υἱῶν Αμμων (Juízes 10, 7)
καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ δέκα ὀκτὼ ἔτη τοὺς πάντας υἱοὺς Ισραηλ τοὺς ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν γῇ τοῦ Αμορρι τοῦ ἐν Γαλααδ (Juízes 10, 8)
καὶ διέβησαν οἱ υἱοὶ Αμμων τὸν Ιορδάνην παρατάξασθαι πρὸς Ιουδαν καὶ Βενιαμιν καὶ πρὸς Εφραιμ καὶ ἐθλίβη Ισραηλ σφόδρα (Juízes 10, 9)
καὶ ἐβόησαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον λέγοντες ἡμάρτομέν σοι ὅτι ἐγκατελίπομεν τὸν θεὸν καὶ ἐδουλεύσαμεν τῷ Βααλιμ (Juízes 10, 10)
καὶ εἶπεν κύριος πρὸς τοὺς υἱοὺς Ισραηλ μὴ οὐχὶ ἐξ Αἰγύπτου καὶ ἀπὸ τοῦ Αμορραίου καὶ ἀπὸ υἱῶν Αμμων καὶ ἀπὸ Φυλιστιιμ (Juízes 10, 11)
καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ἡμάρτομεν ποίησον σὺ ἡμῖν κατὰ πᾶν τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου πλὴν ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ (Juízes 10, 15)
καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐδούλευσαν τῷ κυρίῳ μόνῳ καὶ ὠλιγώθη ἡ ψυχὴ αὐτοῦ ἐν κόπῳ Ισραηλ (Juízes 10, 16)
καὶ ἀνέβησαν οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν Γαλααδ καὶ συνήχθησαν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν τῇ σκοπιᾷ (Juízes 10, 17)