Mosaico decorativo

Fundar 3466 Resultados para: θεός του Ισραήλ

  • καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ισραηλ καὶ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν ὃς ἂν θηρεύσῃ θήρευμα θηρίον ἢ πετεινόν ὃ ἔσθεται καὶ ἐκχεεῖ τὸ αἷμα καὶ καλύψει αὐτὸ τῇ γῇ (Levítico 17, 13)

  • ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν καὶ εἶπα τοῖς υἱοῖς Ισραηλ αἷμα πάσης σαρκὸς οὐ φάγεσθε ὅτι ἡ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν πᾶς ὁ ἔσθων αὐτὸ ἐξολεθρευθήσεται (Levítico 17, 14)

  • λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ἐγὼ κύριος ὁ θεὸς ὑμῶν (Levítico 18, 2)

  • τὰ κρίματά μου ποιήσετε καὶ τὰ προστάγματά μου φυλάξεσθε πορεύεσθαι ἐν αὐτοῖς ἐγὼ κύριος ὁ θεὸς ὑμῶν (Levítico 18, 4)

  • καὶ φυλάξεσθε πάντα τὰ προστάγματά μου καὶ πάντα τὰ κρίματά μου καὶ ποιήσετε αὐτά ἃ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτοῖς ἐγὼ κύριος ὁ θεὸς ὑμῶν (Levítico 18, 5)

  • καὶ φυλάξετε τὰ προστάγματά μου ὅπως μὴ ποιήσητε ἀπὸ πάντων τῶν νομίμων τῶν ἐβδελυγμένων ἃ γέγονεν πρὸ τοῦ ὑμᾶς καὶ οὐ μιανθήσεσθε ἐν αὐτοῖς ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν (Levítico 18, 30)

  • λάλησον τῇ συναγωγῇ τῶν υἱῶν Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ἅγιοι ἔσεσθε ὅτι ἐγὼ ἅγιος κύριος ὁ θεὸς ὑμῶν (Levítico 19, 2)

  • ἕκαστος πατέρα αὐτοῦ καὶ μητέρα αὐτοῦ φοβείσθω καὶ τὰ σάββατά μου φυλάξεσθε ἐγὼ κύριος ὁ θεὸς ὑμῶν (Levítico 19, 3)

  • οὐκ ἐπακολουθήσετε εἰδώλοις καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσετε ὑμῖν ἐγὼ κύριος ὁ θεὸς ὑμῶν (Levítico 19, 4)

  • καὶ τὸν ἀμπελῶνά σου οὐκ ἐπανατρυγήσεις οὐδὲ τοὺς ῥῶγας τοῦ ἀμπελῶνός σου συλλέξεις τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ καταλείψεις αὐτά ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν (Levítico 19, 10)

  • καὶ οὐκ ὀμεῖσθε τῷ ὀνόματί μου ἐπ’ ἀδίκῳ καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ θεοῦ ὑμῶν ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν (Levítico 19, 12)

  • οὐ κακῶς ἐρεῖς κωφὸν καὶ ἀπέναντι τυφλοῦ οὐ προσθήσεις σκάνδαλον καὶ φοβηθήσῃ κύριον τὸν θεόν σου ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν (Levítico 19, 14)


"No juízo final daremos contas a Deus até de uma palavra inútil que tenhamos dito." São Padre Pio de Pietrelcina