Fundar 19 Resultados para: δακτυλίους

  • καὶ συνέσφιγξεν τὸ λογεῖον ἀπὸ τῶν δακτυλίων τῶν ἐπ’ αὐτοῦ εἰς τοὺς δακτυλίους τῆς ἐπωμίδος συνεχομένους ἐκ τῆς ὑακίνθου συμπεπλεγμένους εἰς τὸ ὕφασμα τῆς ἐπωμίδος ἵνα μὴ χαλᾶται τὸ λογεῖον ἀπὸ τῆς ἐπωμίδος καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ (Êxodo 36, 28)

  • καὶ ἐχώνευσεν αὐτῇ τέσσαρας δακτυλίους χρυσοῦς δύο ἐπὶ τὸ κλίτος τὸ ἓν καὶ δύο ἐπὶ τὸ κλίτος τὸ δεύτερον (Êxodo 38, 3)

  • καὶ ἐχώνευσεν αὐτῇ τέσσαρας δακτυλίους δύο ἐπὶ τοῦ κλίτους τοῦ ἑνὸς καὶ δύο ἐπὶ τοῦ κλίτους τοῦ δευτέρου εὐρεῖς ὥστε αἴρειν τοῖς διωστῆρσιν ἐν αὐτοῖς (Êxodo 38, 10)

  • οὗτος περιηργύρωσεν τοὺς στύλους καὶ ἐχώνευσεν τῷ στύλῳ δακτυλίους χρυσοῦς καὶ ἐχρύσωσεν τοὺς μοχλοὺς χρυσίῳ καὶ κατεχρύσωσεν τοὺς στύλους τοῦ καταπετάσματος χρυσίῳ καὶ ἐποίησεν τὰς ἀγκύλας χρυσᾶς (Êxodo 38, 18)

  • οὗτος ἐποίησεν τῷ θυσιαστηρίῳ παράθεμα ἔργον δικτυωτόν κάτωθεν τοῦ πυρείου ὑπὸ αὐτὸ ἕως τοῦ ἡμίσους αὐτοῦ καὶ ἐπέθηκεν αὐτῷ τέσσαρας δακτυλίους ἐκ τῶν τεσσάρων μερῶν τοῦ παραθέματος τοῦ θυσιαστηρίου χαλκοῦς τοῖς μοχλοῖς εὐρεῖς ὥστε αἴρειν τὸ θυσιαστήριον ἐν αὐτοῖς (Êxodo 38, 24)

  • καὶ ἔλαβεν σανδάλια εἰς τοὺς πόδας αὐτῆς καὶ περιέθετο τοὺς χλιδῶνας καὶ τὰ ψέλια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια καὶ πάντα τὸν κόσμον αὐτῆς καὶ ἐκαλλωπίσατο σφόδρα εἰς ἀπάτησιν ὀφθαλμῶν ἀνδρῶν ὅσοι ἂν ἴδωσιν αὐτήν (Judite 10, 4)

  • καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης καὶ τοὺς χλιδῶνας καὶ τὰ ψέλια καὶ τὸ ἐμπλόκιον καὶ τὰ περιδέξια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια (Isaías 3, 20)


“Viva feliz. Sirva ao Senhor alegremente e com o espírito despreocupado.” São Padre Pio de Pietrelcina