Fundar 17461 Resultados para: Τῷ
καὶ ἐκ τῶν υἱῶν Ανναν Ελιωνας καὶ Ασαιας καὶ Μελχιας καὶ Σαββαιας καὶ Σιμων Χοσαμαιος (Esdras 9, 32)
καὶ ἐκ τῶν υἱῶν Ασομ Μαλτανναιος καὶ Ματταθιας καὶ Σαβανναιους καὶ Ελιφαλατ καὶ Μανασσης καὶ Σεμεϊ (Esdras 9, 33)
καὶ ἐκ τῶν υἱῶν Βαανι Ιερεμιας Μομδιος Μαηρος Ιουηλ Μαμδαι καὶ Πεδιας καὶ Ανως Καραβασιων καὶ Ελιασιβος καὶ Μαμνιταναιμος Ελιασις Βαννους Ελιαλις Σομεϊς Σελεμιας Ναθανιας καὶ ἐκ τῶν υἱῶν Εζωρα Σεσσις Εζριλ Αζαηλος Σαματος Ζαμβρις Ιωσηπος (Esdras 9, 34)
καὶ ἐκ τῶν υἱῶν Νοομα Μαζιτιας Ζαβαδαιας Ηδαις Ιουηλ Βαναιας (Esdras 9, 35)
καὶ κατῴκησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ Ισραηλ ἐν Ιερουσαλημ καὶ ἐν τῇ χώρᾳ τῇ νουμηνίᾳ τοῦ ἑβδόμου μηνός καὶ οἱ υἱοὶ Ισραηλ ἐν ταῖς κατοικίαις αὐτῶν (Esdras 9, 37)
καὶ εἶπον Εσδρα τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ κομίσαι τὸν νόμον Μωυσέως τὸν παραδοθέντα ὑπὸ τοῦ κυρίου θεοῦ Ισραηλ (Esdras 9, 39)
καὶ ἐκόμισεν Εσδρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀπὸ ἀνθρώπου ἕως γυναικὸς καὶ πᾶσιν τοῖς ἱερεῦσιν ἀκοῦσαι τοῦ νόμου νουμηνίᾳ τοῦ ἑβδόμου μηνός (Esdras 9, 40)
καὶ ἀνεγίγνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρῳ ἀπὸ ὄρθρου ἕως μεσημβρινοῦ ἐνώπιον ἀνδρῶν τε καὶ γυναικῶν καὶ ἐπέδωκαν πᾶν τὸ πλῆθος τὸν νοῦν εἰς τὸν νόμον (Esdras 9, 41)
καὶ ἔστησαν παρ’ αὐτῷ Ματταθιας Σαμμους Ανανιας Αζαριας Ουριας Εζεκιας Βααλσαμος ἐκ δεξιῶν (Esdras 9, 43)
καὶ ἀναλαβὼν Εσδρας τὸ βιβλίον τοῦ νόμου ἐνώπιον τοῦ πλήθους προεκάθητο γὰρ ἐπιδόξως ἐνώπιον πάντων (Esdras 9, 45)
καὶ ἐν τῷ λῦσαι τὸν νόμον πάντες ὀρθοὶ ἔστησαν καὶ εὐλόγησεν Εσδρας τῷ κυρίῳ θεῷ ὑψίστῳ θεῷ σαβαωθ παντοκράτορι (Esdras 9, 46)
καὶ ἐπεφώνησεν πᾶν τὸ πλῆθος αμην καὶ ἄραντες ἄνω τὰς χεῖρας προσπεσόντες ἐπὶ τὴν γῆν προσεκύνησαν τῷ κυρίῳ (Esdras 9, 47)