Mosaico decorativo

Fundar 17461 Resultados para: Τῷ

  • ἐπὶ δὲ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων Εσδρι ὁ τοῦ Χολουβ (I Crônicas 27, 26)

  • καὶ ἐπὶ τῶν χωρίων Σεμεϊ ὁ ἐκ Ραμα καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χωρίοις τοῦ οἴνου Ζαχρι ὁ τοῦ Σεφνι (I Crônicas 27, 27)

  • καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ Βαλανας ὁ Γεδωρίτης ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου Ιωας (I Crônicas 27, 28)

  • καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Ασιδων Σατραις ὁ Σαρωνίτης καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλῶσιν Σωφατ ὁ τοῦ Αδλι (I Crônicas 27, 29)

  • ἐπὶ δὲ τῶν καμήλων Ωβιλ ὁ Ισμαηλίτης ἐπὶ δὲ τῶν ὄνων Ιαδιας ὁ ἐκ Μεραθων (I Crônicas 27, 30)

  • καὶ ἐπὶ τῶν προβάτων Ιαζιζ ὁ Αγαρίτης πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυιδ τοῦ βασιλέως (I Crônicas 27, 31)

  • καὶ Ιωναθαν ὁ πατράδελφος Δαυιδ σύμβουλος ἄνθρωπος συνετὸς καὶ γραμματεὺς αὐτός καὶ Ιιηλ ὁ τοῦ Αχαμανι μετὰ τῶν υἱῶν τοῦ βασιλέως (I Crônicas 27, 32)

  • καὶ ἐξεκκλησίασεν Δαυιδ πάντας τοὺς ἄρχοντας Ισραηλ ἄρχοντας τῶν κριτῶν καὶ τοὺς ἄρχοντας τῶν ἐφημεριῶν τῶν περὶ τὸ σῶμα τοῦ βασιλέως καὶ ἄρχοντας τῶν χιλιάδων καὶ τῶν ἑκατοντάδων καὶ τοὺς γαζοφύλακας καὶ τοὺς ἐπὶ τῶν ὑπαρχόντων αὐτοῦ καὶ τοὺς δυνάστας καὶ τοὺς μαχητὰς τῆς στρατιᾶς ἐν Ιερουσαλημ (I Crônicas 28, 1)

  • καὶ ὁ θεὸς εἶπεν οὐκ οἰκοδομήσεις ἐμοὶ οἶκον τοῦ ἐπονομάσαι τὸ ὄνομά μου ἐπ’ αὐτῷ ὅτι ἄνθρωπος πολεμιστὴς εἶ σὺ καὶ αἵματα ἐξέχεας (I Crônicas 28, 3)

  • καὶ ἐξελέξατο κύριος ὁ θεὸς Ισραηλ ἐν ἐμοὶ ἀπὸ παντὸς οἴκου πατρός μου εἶναι βασιλέα ἐπὶ Ισραηλ εἰς τὸν αἰῶνα καὶ ἐν Ιουδα ᾑρέτικεν τὸ βασίλειον καὶ ἐξ οἴκου Ιουδα τὸν οἶκον τοῦ πατρός μου καὶ ἐν τοῖς υἱοῖς τοῦ πατρός μου ἐν ἐμοὶ ἠθέλησεν τοῦ γενέσθαι με βασιλέα ἐπὶ τῷ παντὶ Ισραηλ (I Crônicas 28, 4)

  • καὶ ἀπὸ πάντων τῶν υἱῶν μου ὅτι πολλοὺς υἱοὺς ἔδωκέν μοι κύριος ἐξελέξατο ἐν Σαλωμων τῷ υἱῷ μου καθίσαι αὐτὸν ἐπὶ θρόνου βασιλείας κυρίου ἐπὶ τὸν Ισραηλ (I Crônicas 28, 5)

  • καὶ εἶπέν μοι ὁ θεός Σαλωμων ὁ υἱός σου οἰκοδομήσει τὸν οἶκόν μου καὶ τὴν αὐλήν μου ὅτι ᾑρέτικα ἐν αὐτῷ εἶναί μου υἱόν κἀγὼ ἔσομαι αὐτῷ εἰς πατέρα (I Crônicas 28, 6)


"Que Jesus reine sempre soberano no seu coração." São Padre Pio de Pietrelcina