Fundar 17461 Resultados para: Τῷ
καὶ τοῦ στῆναι πρωὶ τοῦ αἰνεῖν ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ οὕτως τὸ ἑσπέρας (I Crônicas 23, 30)
καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νεομηνίαις καὶ ἐν ταῖς ἑορταῖς κατὰ ἀριθμὸν κατὰ τὴν κρίσιν ἐπ’ αὐτοῖς διὰ παντὸς τῷ κυρίῳ (I Crônicas 23, 31)
καὶ φυλάξουσιν τὰς φυλακὰς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰς φυλακὰς υἱῶν Ααρων ἀδελφῶν αὐτῶν τοῦ λειτουργεῖν ἐν οἴκῳ κυρίου (I Crônicas 23, 32)
καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐναντίον τοῦ πατρὸς αὐτῶν καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιθαμαρ υἱοὶ Ααρων (I Crônicas 24, 2)
καὶ διεῖλεν αὐτοὺς Δαυιδ καὶ Σαδωκ ἐκ τῶν υἱῶν Ελεαζαρ καὶ Αχιμελεχ ἐκ τῶν υἱῶν Ιθαμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν (I Crônicas 24, 3)
καὶ εὑρέθησαν υἱοὶ Ελεαζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ιθαμαρ καὶ διεῖλεν αὐτούς τοῖς υἱοῖς Ελεαζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἓξ καὶ δέκα καὶ τοῖς υἱοῖς Ιθαμαρ ὀκτὼ κατ’ οἴκους πατριῶν (I Crônicas 24, 4)
καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες κυρίου ἐν τοῖς υἱοῖς Ελεαζαρ καὶ ἐν τοῖς υἱοῖς Ιθαμαρ (I Crônicas 24, 5)
καὶ ἔγραψεν αὐτοὺς Σαμαιας υἱὸς Ναθαναηλ ὁ γραμματεὺς ἐκ τοῦ Λευι κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν οἴκου πατριᾶς εἷς εἷς τῷ Ελεαζαρ καὶ εἷς εἷς τῷ Ιθαμαρ (I Crônicas 24, 6)
καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ιαριβ τῷ Ιδεϊα ὁ δεύτερος (I Crônicas 24, 7)
τῷ Χαρημ ὁ τρίτος τῷ Σεωριμ ὁ τέταρτος (I Crônicas 24, 8)
τῷ Μελχια ὁ πέμπτος τῷ Μιαμιν ὁ ἕκτος (I Crônicas 24, 9)
τῷ Κως ὁ ἕβδομος τῷ Αβια ὁ ὄγδοος (I Crônicas 24, 10)