Fundar 17461 Resultados para: Τῷ
καὶ ποιήσεις ἔλεος μετὰ τοῦ δούλου σου ὅτι εἰσήγαγες εἰς διαθήκην κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου θανάτωσόν με σύ καὶ ἕως τοῦ πατρός σου ἵνα τί οὕτως εἰσάγεις με (I Samuel 20, 8)
τάδε ποιήσαι ὁ θεὸς τῷ Ιωναθαν καὶ τάδε προσθείη ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ καὶ ἀποκαλύψω τὸ ὠτίον σου καὶ ἐξαποστελῶ σε καὶ ἀπελεύσῃ εἰς εἰρήνην καὶ ἔσται κύριος μετὰ σοῦ καθὼς ἦν μετὰ τοῦ πατρός μου (I Samuel 20, 13)
καὶ μὲν ἔτι μου ζῶντος καὶ ποιήσεις ἔλεος μετ’ ἐμοῦ καὶ ἐὰν θανάτῳ ἀποθάνω (I Samuel 20, 14)
οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος καὶ εἰ μὴ ἐν τῷ ἐξαίρειν κύριον τοὺς ἐχθροὺς Δαυιδ ἕκαστον ἀπὸ προσώπου τῆς γῆς (I Samuel 20, 15)
καὶ προσέθετο ἔτι Ιωναθαν ὀμόσαι τῷ Δαυιδ ὅτι ἠγάπησεν ψυχὴν ἀγαπῶντος αὐτόν (I Samuel 20, 17)
καὶ ἰδοὺ ἀποστελῶ τὸ παιδάριον λέγων δεῦρο εὑρέ μοι τὴν σχίζαν ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ὧδε λαβὲ αὐτήν παραγίνου ὅτι εἰρήνη σοι καὶ οὐκ ἔστιν λόγος ζῇ κύριος (I Samuel 20, 21)
ἐὰν τάδε εἴπω τῷ νεανίσκῳ ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα πορεύου ὅτι ἐξαπέσταλκέν σε κύριος (I Samuel 20, 22)
καὶ οὐκ ἐλάλησεν Σαουλ οὐδὲν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι εἶπεν σύμπτωμα φαίνεται μὴ καθαρὸς εἶναι ὅτι οὐ κεκαθάρισται (I Samuel 20, 26)
καὶ ἀπεκρίθη Ιωναθαν τῷ Σαουλ καὶ εἶπεν αὐτῷ παρῄτηται Δαυιδ παρ’ ἐμοῦ ἕως εἰς Βηθλεεμ τὴν πόλιν αὐτοῦ πορευθῆναι (I Samuel 20, 28)
καὶ ἐθυμώθη ὀργῇ Σαουλ ἐπὶ Ιωναθαν σφόδρα καὶ εἶπεν αὐτῷ υἱὲ κορασίων αὐτομολούντων οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ Ιεσσαι εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου (I Samuel 20, 30)
καὶ ἀπεκρίθη Ιωναθαν τῷ Σαουλ ἵνα τί ἀποθνῄσκει τί πεποίηκεν (I Samuel 20, 32)
καὶ ἐπῆρεν Σαουλ τὸ δόρυ ἐπὶ Ιωναθαν τοῦ θανατῶσαι αὐτόν καὶ ἔγνω Ιωναθαν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυιδ (I Samuel 20, 33)