Fundar 17461 Resultados para: Τῷ
καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῶ, ἀλλὰ ζήσομεν σὺν αὐτῶ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς. (II Coríntios 13, 4)
ἡ χάρις τοῦ κυρίου ἰησοῦ χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν. (II Coríntios 13, 13)
τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν, (Gálatas 1, 4)
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. (Gálatas 1, 5)
θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι [χριστοῦ] εἰς ἕτερον εὐαγγέλιον, (Gálatas 1, 6)
ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται [ὑμῖν] παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. (Gálatas 1, 8)
ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. (Gálatas 1, 9)
ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; εἰ ἔτι ἀνθρώποις ἤρεσκον, χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. (Gálatas 1, 10)
ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῶ ἰουδαϊσμῶ, ὅτι καθ᾽ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθουν αὐτήν, (Gálatas 1, 13)
καὶ προέκοπτον ἐν τῶ ἰουδαϊσμῶ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῶ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. (Gálatas 1, 14)
ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου. (Gálatas 1, 19)
ἤμην δὲ ἀγνοούμενος τῶ προσώπῳ ταῖς ἐκκλησίαις τῆς ἰουδαίας ταῖς ἐν χριστῶ, (Gálatas 1, 22)