Fundar 17461 Resultados para: Τῷ
καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς, ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῶ, (São Marcos 14, 13)
καὶ ὅπου ἐὰν εἰσέλθῃ εἴπατε τῶ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει, ποῦ ἐστιν τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; (São Marcos 14, 14)
καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. (São Marcos 14, 17)
καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ὁ ἰησοῦς εἶπεν, ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾽ ἐμοῦ. (São Marcos 14, 18)
ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῶ εἷς κατὰ εἷς, μήτι ἐγώ; (São Marcos 14, 19)
ὁ δὲ εἶπεν αὐτοῖς, εἷς τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ τρύβλιον. (São Marcos 14, 20)
ὅτι ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῶ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὖ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν αὐτῶ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. (São Marcos 14, 21)
καὶ ἐσθιόντων αὐτῶν λαβὼν ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν, λάβετε, τοῦτό ἐστιν τὸ σῶμά μου. (São Marcos 14, 22)
καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. (São Marcos 14, 26)
ὁ δὲ πέτρος ἔφη αὐτῶ, εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ᾽ οὐκ ἐγώ. (São Marcos 14, 29)
καὶ λέγει αὐτῶ ὁ ἰησοῦς, ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ. (São Marcos 14, 30)
ὁ δὲ ἐκπερισσῶς ἐλάλει, ἐὰν δέῃ με συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον. (São Marcos 14, 31)