Mosaico decorativo

Fundar 9372 Resultados para: Τῶν

  • καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾽ ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν. (São Lucas 5, 25)

  • καὶ ἐποίησεν δοχὴν μεγάλην λευὶς αὐτῶ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος πολὺς τελωνῶν καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακείμενοι. (São Lucas 5, 29)

  • καὶ ἐγόγγυζον οἱ φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες, διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; (São Lucas 5, 30)

  • οἱ δὲ εἶπαν πρὸς αὐτόν, οἱ μαθηταὶ ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν. (São Lucas 5, 33)

  • ὁ δὲ ἰησοῦς εἶπεν πρὸς αὐτούς, μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν ποιῆσαι νηστεῦσαι; (São Lucas 5, 34)

  • ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. (São Lucas 5, 35)

  • τινὲς δὲ τῶν φαρισαίων εἶπαν, τί ποιεῖτε ὃ οὐκ ἔξεστιν τοῖς σάββασιν; (São Lucas 6, 2)

  • αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, εἶπεν δὲ τῶ ἀνδρὶ τῶ ξηρὰν ἔχοντι τὴν χεῖρα, ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον· καὶ ἀναστὰς ἔστη. (São Lucas 6, 8)

  • καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾽ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, (São Lucas 6, 13)

  • καὶ καταβὰς μετ᾽ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ἰουδαίας καὶ ἰερουσαλὴμ καὶ τῆς παραλίου τύρου καὶ σιδῶνος, (São Lucas 6, 17)

  • οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ἐνοχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων ἐθεραπεύοντο. (São Lucas 6, 18)

  • χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε, ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῶ οὐρανῶ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν. (São Lucas 6, 23)


"Deus quer que as suas misérias sejam o trono da Sua misericórdia." São Padre Pio de Pietrelcina