Mosaico decorativo

Fundar 8293 Resultados para: Τῆς

  • ὑπομένων ὑπέμεινα τὸν κύριον καὶ προσέσχεν μοι καὶ εἰσήκουσεν τῆς δεήσεώς μου (Salmos 39, 2)

  • καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνεν τὰ διαβήματά μου (Salmos 39, 3)

  • θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας ὠτία δὲ κατηρτίσω μοι ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας (Salmos 39, 7)

  • τοῦ ποιῆσαι τὸ θέλημά σου ὁ θεός μου ἐβουλήθην καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου (Salmos 39, 9)

  • ὅτι περιέσχον με κακά ὧν οὐκ ἔστιν ἀριθμός κατέλαβόν με αἱ ἀνομίαι μου καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου καὶ ἡ καρδία μου ἐγκατέλιπέν με (Salmos 39, 13)

  • καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου ἐφ’ ὃν ἤλπισα ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν (Salmos 40, 10)

  • σὺ δέ κύριε ἐλέησόν με καὶ ἀνάστησόν με καὶ ἀνταποδώσω αὐτοῖς (Salmos 40, 11)

  • ταῦτα ἐμνήσθην καὶ ἐξέχεα ἐπ’ ἐμὲ τὴν ψυχήν μου ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος (Salmos 41, 5)

  • ἡμέρας ἐντελεῖται κύριος τὸ ἔλεος αὐτοῦ καὶ νυκτὸς ᾠδὴ παρ’ ἐμοί προσευχὴ τῷ θεῷ τῆς ζωῆς μου (Salmos 41, 9)

  • ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας (Salmos 43, 8)

  • νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν (Salmos 43, 10)

  • καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου (Salmos 43, 19)


"De que vale perder-se em vãos temores?". São Padre Pio de Pietrelcina