Fundar 8293 Resultados para: Τῆς
καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν Εφραιμ Ουδια ὁ τοῦ Ιωανου καὶ Βαραχιας ὁ τοῦ Μοσολαμωθ καὶ Εζεκιας ὁ τοῦ Σελλημ καὶ Αμασιας ὁ τοῦ Χοδλι ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου (II Crônicas 28, 12)
καὶ ἀφῆκαν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα ἐναντίον τῶν ἀρχόντων καὶ πάσης τῆς ἐκκλησίας (II Crônicas 28, 14)
καὶ ἀνέστησαν ἄνδρες οἳ ἐπεκλήθησαν ἐν ὀνόματι καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδησαν αὐτοὺς καὶ ἔδωκαν φαγεῖν καὶ ἀλείψασθαι καὶ ἀντελάβοντο ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος καὶ κατέστησαν αὐτοὺς εἰς Ιεριχω πόλιν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν (II Crônicas 28, 15)
καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς πεδινῆς καὶ ἀπὸ λιβὸς τοῦ Ιουδα καὶ ἔλαβον τὴν Βαιθσαμυς καὶ τὴν Αιλων καὶ τὴν Γαδηρωθ καὶ τὴν Σωχω καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Θαμνα καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Γαμζω καὶ τὰς κώμας αὐτῆς καὶ κατῴκησαν ἐκεῖ (II Crônicas 28, 18)
καὶ ἀπέστησεν Αχαζ τὰ σκεύη οἴκου κυρίου καὶ κατέκοψεν αὐτὰ καὶ ἔκλεισεν τὰς θύρας οἴκου κυρίου καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν Ιερουσαλημ (II Crônicas 28, 24)
καὶ ἐγένετο ὡς ἔστη ἐπὶ τῆς βασιλείας αὐτοῦ ἐν τῷ πρώτῳ μηνὶ ἀνέῳξεν τὰς θύρας οἴκου κυρίου καὶ ἐπεσκεύασεν αὐτάς (II Crônicas 29, 3)
καὶ εἰσήγαγεν τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας καὶ κατέστησεν αὐτοὺς εἰς τὸ κλίτος τὸ πρὸς ἀνατολὰς (II Crônicas 29, 4)
ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐγκατέλιπαν αὐτὸν καὶ ἀπέστρεψαν τὸ πρόσωπον ἀπὸ τῆς σκηνῆς κυρίου καὶ ἔδωκαν αὐχένα (II Crônicas 29, 6)
καὶ ἀνέστησαν οἱ Λευῖται Μααθ ὁ τοῦ Αμασι καὶ Ιωηλ ὁ τοῦ Αζαριου ἐκ τῶν υἱῶν Κααθ καὶ ἐκ τῶν υἱῶν Μεραρι Κις ὁ τοῦ Αβδι καὶ Αζαριας ὁ τοῦ Ιαλλεληλ καὶ ἀπὸ τῶν υἱῶν Γεδσωνι Ιωα ὁ τοῦ Ζεμμαθ καὶ Ιωδαν ὁ τοῦ Ιωαχα (II Crônicas 29, 12)
καὶ εἰσῆλθαν ἔσω πρὸς Εζεκιαν τὸν βασιλέα καὶ εἶπαν ἡγνίσαμεν πάντα τὰ ἐν οἴκῳ κυρίου τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ τὰ σκεύη αὐτοῦ καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σκεύη αὐτῆς (II Crônicas 29, 18)
καὶ ὤρθρισεν Εζεκιας ὁ βασιλεὺς καὶ συνήγαγεν τοὺς ἄρχοντας τῆς πόλεως καὶ ἀνέβη εἰς οἶκον κυρίου (II Crônicas 29, 20)
καὶ ἀνήνεγκεν μόσχους ἑπτά κριοὺς ἑπτά ἀμνοὺς ἑπτά χιμάρους αἰγῶν ἑπτὰ περὶ ἁμαρτίας περὶ τῆς βασιλείας καὶ περὶ τῶν ἁγίων καὶ περὶ Ισραηλ καὶ εἶπεν τοῖς υἱοῖς Ααρων τοῖς ἱερεῦσιν ἀναβαίνειν ἐπὶ τὸ θυσιαστήριον κυρίου (II Crônicas 29, 21)