Fundar 27654 Resultados para: Τὸ
εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ χριστὸς ἐγήγερται· (I Coríntios 15, 13)
εἰ δὲ χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα [καὶ] τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ὑμῶν, (I Coríntios 15, 14)
εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. (I Coríntios 15, 15)
εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ χριστὸς ἐγήγερται· (I Coríntios 15, 16)
εἰ δὲ χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. (I Coríntios 15, 17)
ἄρα καὶ οἱ κοιμηθέντες ἐν χριστῶ ἀπώλοντο. (I Coríntios 15, 18)
νυνὶ δὲ χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων. (I Coríntios 15, 20)
ἐπειδὴ γὰρ δι᾽ ἀνθρώπου θάνατος, καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν· (I Coríntios 15, 21)
ἕκαστος δὲ ἐν τῶ ἰδίῳ τάγματι· ἀπαρχὴ χριστός, ἔπειτα οἱ τοῦ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· (I Coríntios 15, 23)
εἶτα τὸ τέλος, ὅταν παραδιδῶ τὴν βασιλείαν τῶ θεῶ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. (I Coríntios 15, 24)
δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὖ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. (I Coríntios 15, 25)
ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος· (I Coríntios 15, 26)