Fundar 27654 Resultados para: Τὸ
κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο. (São Marcos 15, 6)
καὶ ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς. (São Marcos 15, 8)
ὁ δὲ πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων, θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν ἰουδαίων; (São Marcos 15, 9)
ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. (São Marcos 15, 10)
οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν βαραββᾶν ἀπολύσῃ αὐτοῖς. (São Marcos 15, 11)
ὁ δὲ πιλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς, τί οὗν [θέλετε] ποιήσω [ὃν λέγετε] τὸν βασιλέα τῶν ἰουδαίων; (São Marcos 15, 12)
οἱ δὲ πάλιν ἔκραξαν, σταύρωσον αὐτόν. (São Marcos 15, 13)
ὁ δὲ πιλᾶτος ἔλεγεν αὐτοῖς, τί γὰρ ἐποίησεν κακόν; οἱ δὲ περισσῶς ἔκραξαν, σταύρωσον αὐτόν. (São Marcos 15, 14)
ὁ δὲ πιλᾶτος βουλόμενος τῶ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν βαραββᾶν, καὶ παρέδωκεν τὸν ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ. (São Marcos 15, 15)
οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. (São Marcos 15, 16)
καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῶ πλέξαντες ἀκάνθινον στέφανον· (São Marcos 15, 17)
καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν, χαῖρε, βασιλεῦ τῶν ἰουδαίων· (São Marcos 15, 18)