Mosaico decorativo

Fundar 27654 Resultados para: Τὸ

  • καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῶ καιρῶ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τῶν καρπῶν τοῦ ἀμπελῶνος· (São Marcos 12, 2)

  • καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν. (São Marcos 12, 3)

  • καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον ἐκεφαλίωσαν καὶ ἠτίμασαν. (São Marcos 12, 4)

  • ἔτι ἕνα εἶχεν, υἱὸν ἀγαπητόν· ἀπέστειλεν αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι ἐντραπήσονται τὸν υἱόν μου. (São Marcos 12, 6)

  • ἐκεῖνοι δὲ οἱ γεωργοὶ πρὸς ἑαυτοὺς εἶπαν ὅτι οὖτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. (São Marcos 12, 7)

  • καὶ λαβόντες ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος. (São Marcos 12, 8)

  • τί [οὗν] ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. (São Marcos 12, 9)

  • οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὖτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· (São Marcos 12, 10)

  • παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; (São Marcos 12, 11)

  • καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον. (São Marcos 12, 12)

  • καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν φαρισαίων καὶ τῶν ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. (São Marcos 12, 13)

  • καὶ ἐλθόντες λέγουσιν αὐτῶ, διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν δοῦναι κῆνσον καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν; (São Marcos 12, 14)


"Que Maria seja toda a razão da sua existência e o guie ao porto seguro da eterna salvação." São Padre Pio de Pietrelcina