Fundar 27654 Resultados para: Τὸ
καὶ ἰδόντες αὐτὸν προσεκύνησαν, οἱ δὲ ἐδίστασαν. (São Mateus 28, 17)
καὶ προσελθὼν ὁ ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων, ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῶ καὶ ἐπὶ [τῆς] γῆς. (São Mateus 28, 18)
πορευθέντες οὗν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, (São Mateus 28, 19)
διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. (São Mateus 28, 20)
ἀρχὴ τοῦ εὐαγγελίου ἰησοῦ χριστοῦ [υἱοῦ θεοῦ]. (São Marcos 1, 1)
καθὼς γέγραπται ἐν τῶ ἠσαΐᾳ τῶ προφήτῃ, ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου· (São Marcos 1, 2)
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ _ (São Marcos 1, 3)
ἐγένετο ἰωάννης [ὁ] βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. (São Marcos 1, 4)
καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ ἰουδαία χώρα καὶ οἱ ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ᾽ αὐτοῦ ἐν τῶ ἰορδάνῃ ποταμῶ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. (São Marcos 1, 5)
καὶ ἦν ὁ ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. (São Marcos 1, 6)
καὶ ἐκήρυσσεν λέγων, ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὖ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· (São Marcos 1, 7)
ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ. (São Marcos 1, 8)