Fundar 27654 Resultados para: Τὸ
πάντα δισσά ἓν κατέναντι τοῦ ἑνός καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον (Eclesiástico 42, 24)
ἓν τοῦ ἑνὸς ἐστερέωσεν τὰ ἀγαθά καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ (Eclesiástico 42, 25)
γαυρίαμα ὕψους στερέωμα καθαριότητος εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης (Eclesiástico 43, 1)
ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ σκεῦος θαυμαστόν ἔργον ὑψίστου (Eclesiástico 43, 2)
ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται (Eclesiástico 43, 3)
κάμινον φυσῶν ἐν ἔργοις καύματος τριπλασίως ἥλιος ἐκκαίων ὄρη ἀτμίδας πυρώδεις ἐκφυσῶν καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς (Eclesiástico 43, 4)
μέγας κύριος ὁ ποιήσας αὐτόν καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσεν πορείαν (Eclesiástico 43, 5)
μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν αὐξανόμενος θαυμαστῶς ἐν ἀλλοιώσει σκεῦος παρεμβολῶν ἐν ὕψει ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων (Eclesiástico 43, 8)
κάλλος οὐρανοῦ δόξα ἄστρων κόσμος φωτίζων ἐν ὑψίστοις κυρίου (Eclesiástico 43, 9)
ἰδὲ τόξον καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτὸ σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ (Eclesiástico 43, 11)
ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης χεῖρες ὑψίστου ἐτάνυσαν αὐτό (Eclesiástico 43, 12)
προστάγματι αὐτοῦ κατέσπευσεν χιόνα καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ (Eclesiástico 43, 13)