Fundar 27654 Resultados para: Τὸ
ἐν λόγῳ αὐτοῦ ἔστη ὡς θιμωνιὰ ὕδωρ καὶ ἐν ῥήματι στόματος αὐτοῦ ἀποδοχεῖα ὑδάτων (Eclesiástico 39, 17)
ἐν προστάγματι αὐτοῦ πᾶσα ἡ εὐδοκία καὶ οὐκ ἔστιν ὃς ἐλαττώσει τὸ σωτήριον αὐτοῦ (Eclesiástico 39, 18)
ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ καὶ οὐκ ἔστιν κρυβῆναι ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ (Eclesiástico 39, 19)
ἀπὸ τοῦ αἰῶνος εἰς τὸν αἰῶνα ἐπέβλεψεν καὶ οὐθέν ἐστιν θαυμάσιον ἐναντίον αὐτοῦ (Eclesiástico 39, 20)
οὐκ ἔστιν εἰπεῖν τί τοῦτο εἰς τί τοῦτο πάντα γὰρ εἰς χρείας αὐτῶν ἔκτισται (Eclesiástico 39, 21)
ἡ εὐλογία αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψεν καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσεν (Eclesiástico 39, 22)
οὕτως ὀργὴν αὐτοῦ ἔθνη κληρονομήσει ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην (Eclesiástico 39, 23)
αἱ ὁδοὶ αὐτοῦ τοῖς ὁσίοις εὐθεῖαι οὕτως τοῖς ἀνόμοις προσκόμματα (Eclesiástico 39, 24)
ἀγαθὰ τοῖς ἀγαθοῖς ἔκτισται ἀπ’ ἀρχῆς οὕτως τοῖς ἁμαρτωλοῖς κακά (Eclesiástico 39, 25)
ταῦτα πάντα τοῖς εὐσεβέσιν εἰς ἀγαθά οὕτως τοῖς ἁμαρτωλοῖς τραπήσεται εἰς κακά (Eclesiástico 39, 27)
ἔστιν πνεύματα ἃ εἰς ἐκδίκησιν ἔκτισται καὶ ἐν θυμῷ αὐτοῦ ἐστερέωσεν μάστιγας αὐτῶν ἐν καιρῷ συντελείας ἰσχὺν ἐκχεοῦσιν καὶ τὸν θυμὸν τοῦ ποιήσαντος αὐτοὺς κοπάσουσιν (Eclesiástico 39, 28)
πῦρ καὶ χάλαζα καὶ λιμὸς καὶ θάνατος πάντα ταῦτα εἰς ἐκδίκησιν ἔκτισται (Eclesiástico 39, 29)