Mosaico decorativo

Fundar 27654 Resultados para: Τὸ

  • ὁ δὲ Τρύφων ἐπορεύετο δόλῳ μετὰ Ἀντιόχου τοῦ βασιλέως τοῦ νεωτέρου καὶ ἀπέκτεινεν αὐτὸν (I Macabeus 13, 31)

  • καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ καὶ περιέθετο τὸ διάδημα τῆς Ἀσίας καὶ ἐποίησεν πληγὴν μεγάλην ἐπὶ τῆς γῆς (I Macabeus 13, 32)

  • καὶ ᾠκοδόμησεν Σιμων τὰ ὀχυρώματα τῆς Ιουδαίας καὶ περιετείχισεν πύργοις ὑψηλοῖς καὶ τείχεσιν μεγάλοις καὶ πύλαις καὶ μοχλοῖς καὶ ἔθετο βρώματα ἐν τοῖς ὀχυρώμασιν (I Macabeus 13, 33)

  • καὶ ἐπέλεξεν Σιμων ἄνδρας καὶ ἀπέστειλεν πρὸς Δημήτριον τὸν βασιλέα τοῦ ποιῆσαι ἄφεσιν τῇ χώρᾳ ὅτι πᾶσαι αἱ πράξεις Τρύφωνος ἦσαν ἁρπαγαί (I Macabeus 13, 34)

  • καὶ ἀπέστειλεν αὐτῷ Δημήτριος ὁ βασιλεὺς κατὰ τοὺς λόγους τούτους καὶ ἀπεκρίθη αὐτῷ καὶ ἔγραψεν αὐτῷ ἐπιστολὴν τοιαύτην (I Macabeus 13, 35)

  • τὸν στέφανον τὸν χρυσοῦν καὶ τὴν βαΐνην ἣν ἀπεστείλατε κεκομίσμεθα καὶ ἕτοιμοί ἐσμεν τοῦ ποιεῖν ὑμῖν εἰρήνην μεγάλην καὶ γράφειν τοῖς ἐπὶ τῶν χρειῶν τοῦ ἀφιέναι ὑμῖν τὰ ἀφέματα (I Macabeus 13, 37)

  • ἀφίεμεν δὲ ἀγνοήματα καὶ τὰ ἁμαρτήματα ἕως τῆς σήμερον ἡμέρας καὶ τὸν στέφανον ὃν ὠφείλετε καὶ εἴ τι ἄλλο ἐτελωνεῖτο ἐν Ιερουσαλημ μηκέτι τελωνείσθω (I Macabeus 13, 39)

  • καὶ εἴ τινες ἐπιτήδειοι ὑμῶν γραφῆναι εἰς τοὺς περὶ ἡμᾶς ἐγγραφέσθωσαν καὶ γινέσθω ἀνὰ μέσον ἡμῶν εἰρήνη (I Macabeus 13, 40)

  • ἔτους ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἤρθη ὁ ζυγὸς τῶν ἐθνῶν ἀπὸ τοῦ Ισραηλ (I Macabeus 13, 41)

  • καὶ ἤρξατο ὁ λαὸς γράφειν ἐν ταῖς συγγραφαῖς καὶ συναλλάγμασιν ἔτους πρώτου ἐπὶ Σιμωνος ἀρχιερέως μεγάλου καὶ στρατηγοῦ καὶ ἡγουμένου Ιουδαίων (I Macabeus 13, 42)

  • ἐν ταῖς ἡμέραις ἐκείναις παρενέβαλεν ἐπὶ Γαζαρα καὶ ἐκύκλωσεν αὐτὴν παρεμβολαῖς καὶ ἐποίησεν ἑλεόπολιν καὶ προσήγαγεν τῇ πόλει καὶ ἐπάταξεν πύργον ἕνα καὶ κατελάβετο (I Macabeus 13, 43)

  • καὶ ἐξήλλοντο οἱ ἐν τῇ ἑλεοπόλει εἰς τὴν πόλιν καὶ ἐγένετο κίνημα μέγα ἐν τῇ πόλει (I Macabeus 13, 44)


"O Anjo de Deus não nos abandona jamais." São Padre Pio de Pietrelcina