Fundar 9551 Resultados para: Τὸν
οἱ δὲ πάλιν ἔκραξαν, σταύρωσον αὐτόν. (São Marcos 15, 13)
ὁ δὲ πιλᾶτος ἔλεγεν αὐτοῖς, τί γὰρ ἐποίησεν κακόν; οἱ δὲ περισσῶς ἔκραξαν, σταύρωσον αὐτόν. (São Marcos 15, 14)
ὁ δὲ πιλᾶτος βουλόμενος τῶ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν βαραββᾶν, καὶ παρέδωκεν τὸν ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ. (São Marcos 15, 15)
οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. (São Marcos 15, 16)
καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῶ πλέξαντες ἀκάνθινον στέφανον· (São Marcos 15, 17)
καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν, χαῖρε, βασιλεῦ τῶν ἰουδαίων· (São Marcos 15, 18)
καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῶ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῶ. (São Marcos 15, 19)
καὶ ὅτε ἐνέπαιξαν αὐτῶ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ. καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν. (São Marcos 15, 20)
καὶ ἀγγαρεύουσιν παράγοντά τινα σίμωνα κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα ἀλεξάνδρου καὶ ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. (São Marcos 15, 21)
καὶ φέρουσιν αὐτὸν ἐπὶ τὸν γολγοθᾶν τόπον, ὅ ἐστιν μεθερμηνευόμενον κρανίου τόπος. (São Marcos 15, 22)
καὶ σταυροῦσιν αὐτὸν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾽ αὐτὰ τίς τί ἄρῃ. (São Marcos 15, 24)
ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. (São Marcos 15, 25)