Fundar 20428 Resultados para: Τὰ
τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; (Hebreus 3, 17)
τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν; (Hebreus 3, 18)
φοβηθῶμεν οὗν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι· (Hebreus 4, 1)
εἰσερχόμεθα γὰρ εἰς [τὴν] κατάπαυσιν οἱ πιστεύσαντες, καθὼς εἴρηκεν, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου, καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων. (Hebreus 4, 3)
καὶ ἐν τούτῳ πάλιν, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. (Hebreus 4, 5)
ἐπεὶ οὗν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτήν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι᾽ ἀπείθειαν, (Hebreus 4, 6)
πάλιν τινὰ ὁρίζει ἡμέραν, σήμερον, ἐν δαυὶδ λέγων μετὰ τοσοῦτον χρόνον, καθὼς προείρηται, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. (Hebreus 4, 7)
εἰ γὰρ αὐτοὺς ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. (Hebreus 4, 8)
ἄρα ἀπολείπεται σαββατισμὸς τῶ λαῶ τοῦ θεοῦ· (Hebreus 4, 9)
ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ θεός. (Hebreus 4, 10)
σπουδάσωμεν οὗν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῶ αὐτῶ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας. (Hebreus 4, 11)
καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος. (Hebreus 4, 13)