Fundar 18056 Resultados para: Τοῦ
ἰδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν Βεσελεηλ τὸν τοῦ Ουριου τὸν Ωρ τῆς φυλῆς Ιουδα (Êxodo 31, 2)
καὶ ἐγὼ ἔδωκα αὐτὸν καὶ τὸν Ελιαβ τὸν τοῦ Αχισαμαχ ἐκ φυλῆς Δαν καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν καὶ ποιήσουσιν πάντα ὅσα σοι συνέταξα (Êxodo 31, 6)
τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὸ ἱλαστήριον τὸ ἐπ’ αὐτῆς καὶ τὴν διασκευὴν τῆς σκηνῆς (Êxodo 31, 7)
καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ (Êxodo 31, 9)
καὶ τὰς στολὰς τὰς λειτουργικὰς Ααρων καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ ἱερατεύειν μοι (Êxodo 31, 10)
καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως τοῦ ἁγίου κατὰ πάντα ὅσα ἐγὼ ἐνετειλάμην σοι ποιήσουσιν (Êxodo 31, 11)
καὶ φυλάξεσθε τὰ σάββατα ὅτι ἅγιον τοῦτό ἐστιν κυρίου ὑμῖν ὁ βεβηλῶν αὐτὸ θανάτῳ θανατωθήσεται πᾶς ὃς ποιήσει ἐν αὐτῷ ἔργον ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τοῦ λαοῦ αὐτοῦ (Êxodo 31, 14)
καὶ ἔδωκεν Μωυσεῖ ἡνίκα κατέπαυσεν λαλῶν αὐτῷ ἐν τῷ ὄρει τῷ Σινα τὰς δύο πλάκας τοῦ μαρτυρίου πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ θεοῦ (Êxodo 31, 18)
καὶ ἰδὼν ὁ λαὸς ὅτι κεχρόνικεν Μωυσῆς καταβῆναι ἐκ τοῦ ὄρους συνέστη ὁ λαὸς ἐπὶ Ααρων καὶ λέγουσιν αὐτῷ ἀνάστηθι καὶ ποίησον ἡμῖν θεούς οἳ προπορεύσονται ἡμῶν ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ (Êxodo 32, 1)
καὶ ἐδέξατο ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἔπλασεν αὐτὰ ἐν τῇ γραφίδι καὶ ἐποίησεν αὐτὰ μόσχον χωνευτὸν καὶ εἶπεν οὗτοι οἱ θεοί σου Ισραηλ οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου (Êxodo 32, 4)
καὶ ἰδὼν Ααρων ᾠκοδόμησεν θυσιαστήριον κατέναντι αὐτοῦ καὶ ἐκήρυξεν Ααρων λέγων ἑορτὴ τοῦ κυρίου αὔριον (Êxodo 32, 5)
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων βάδιζε τὸ τάχος ἐντεῦθεν κατάβηθι ἠνόμησεν γὰρ ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου (Êxodo 32, 7)