Fundar 2790 Resultados para: Τοῖς
καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτο ἀλλὰ προσφωνῆσαι τῷ κυρίῳ βασιλεῖ ὅπως ἂν φαίνηταί σοι ἐπισκεφθῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις (Esdras 2, 16)
καὶ εὑρήσεις ἐν τοῖς ὑπομνηματισμοῖς τὰ γεγραμμένα περὶ τούτων καὶ γνώσῃ ὅτι ἡ πόλις ἦν ἐκείνη ἀποστάτις καὶ βασιλεῖς καὶ πόλεις ἐνοχλοῦσα καὶ οἱ Ιουδαῖοι ἀποστάται καὶ πολιορκίας συνιστάμενοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος δι’ ἣν αἰτίαν καὶ ἡ πόλις αὕτη ἠρημώθη (Esdras 2, 17)
τότε ἀντέγραψεν ὁ βασιλεὺς Ραούμῳ τῷ γράφοντι τὰ προσπίπτοντα καὶ Βεελτεέμῳ καὶ Σαμσαίῳ γραμματεῖ καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν τῇ Σαμαρείᾳ καὶ Συρίᾳ καὶ Φοινίκῃ τὰ ὑπογεγραμμένα (Esdras 2, 19)
καὶ βασιλεὺς Δαρεῖος ἐποίησεν δοχὴν μεγάλην πᾶσιν τοῖς ὑπ’ αὐτὸν καὶ πᾶσιν τοῖς οἰκογενέσιν αὐτοῦ καὶ πᾶσιν τοῖς μεγιστᾶσιν τῆς Μηδίας καὶ τῆς Περσίδος (Esdras 3, 1)
καὶ πᾶσιν τοῖς σατράπαις καὶ στρατηγοῖς καὶ τοπάρχαις τοῖς ὑπ’ αὐτὸν ἀπὸ τῆς Ἰνδικῆς μέχρι τῆς Αἰθιοπίας ἐν ταῖς ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις (Esdras 3, 2)
καὶ αὗται ποιοῦσιν τὰς στολὰς τῶν ἀνθρώπων καὶ αὗται ποιοῦσιν δόξαν τοῖς ἀνθρώποις καὶ οὐ δύνανται οἱ ἄνθρωποι εἶναι χωρὶς τῶν γυναικῶν (Esdras 4, 17)
καὶ οὐκ ἔστιν παρ’ αὐτῇ λαμβάνειν πρόσωπα οὐδὲ διάφορα ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐθὲν ἄδικον (Esdras 4, 39)
καὶ πᾶσι τοῖς τοπάρχαις ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ τοῖς ἐν τῷ Λιβάνῳ ἔγραψεν ἐπιστολὰς μεταφέρειν ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου εἰς Ιερουσαλημ καὶ ὅπως οἰκοδομήσωσιν μετ’ αὐτοῦ τὴν πόλιν (Esdras 4, 48)
καὶ ἔγραψεν πᾶσι τοῖς Ιουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν Ιουδαίαν ὑπὲρ τῆς ἐλευθερίας πάντα δυνατὸν καὶ σατράπην καὶ τοπάρχην καὶ οἰκονόμον μὴ ἐπελεύσεσθαι ἐπὶ τὰς θύρας αὐτῶν (Esdras 4, 49)
καὶ πᾶσιν τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι τὴν πόλιν ὑπάρχειν τὴν ἐλευθερίαν αὐτοῖς τε καὶ τοῖς τέκνοις αὐτῶν καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν (Esdras 4, 53)
καὶ τοῖς Λευίταις ἔγραψεν δοῦναι τὴν χορηγίαν ἕως ἧς ἡμέρας ἐπιτελεσθῇ ὁ οἶκος καὶ Ιερουσαλημ οἰκοδομηθῆναι (Esdras 4, 55)
καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια (Esdras 4, 56)