Fundar 1556 Resultados para: Σφραγίδα του Θεού
καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ. (São Lucas 1, 35)
ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα. (São Lucas 1, 37)
διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, (São Lucas 1, 78)
τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πληρούμενον σοφίᾳ, καὶ χάρις θεοῦ ἦν ἐπ᾽ αὐτό. (São Lucas 2, 40)
ἐπὶ ἀρχιερέως ἅννα καὶ καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ ἰωάννην τὸν ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. (São Lucas 3, 2)
καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. (São Lucas 3, 6)
τοῦ ἐνὼς τοῦ σὴθ τοῦ ἀδὰμ τοῦ θεοῦ. (São Lucas 3, 38)
εἶπεν δὲ αὐτῶ ὁ διάβολος, εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῶ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. (São Lucas 4, 3)
ἤγαγεν δὲ αὐτὸν εἰς ἰερουσαλὴμ καὶ ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῶ, εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· (São Lucas 4, 9)
ἔα, τί ἡμῖν καὶ σοί, ἰησοῦ ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. (São Lucas 4, 34)
ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, κρ[αυγ]άζοντα καὶ λέγοντα ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι. (São Lucas 4, 41)
ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι ἐπὶ τοῦτο ἀπεστάλην. (São Lucas 4, 43)