Mosaico decorativo

Fundar 30029 Resultados para: Οὐ

  • καὶ ἀναστὰς Βαλααμ τὸ πρωὶ εἶπεν τοῖς ἄρχουσιν Βαλακ ἀποτρέχετε πρὸς τὸν κύριον ὑμῶν οὐκ ἀφίησίν με ὁ θεὸς πορεύεσθαι μεθ’ ὑμῶν (Números 22, 13)

  • καὶ ἀναστάντες οἱ ἄρχοντες Μωαβ ἦλθον πρὸς Βαλακ καὶ εἶπαν οὐ θέλει Βαλααμ πορευθῆναι μεθ’ ἡμῶν (Números 22, 14)

  • καὶ προσέθετο Βαλακ ἔτι ἀποστεῖλαι ἄρχοντας πλείους καὶ ἐντιμοτέρους τούτων (Números 22, 15)

  • καὶ ἦλθον πρὸς Βαλααμ καὶ λέγουσιν αὐτῷ τάδε λέγει Βαλακ ὁ τοῦ Σεπφωρ ἀξιῶ σε μὴ ὀκνήσῃς ἐλθεῖν πρός με (Números 22, 16)

  • ἐντίμως γὰρ τιμήσω σε καὶ ὅσα ἐὰν εἴπῃς ποιήσω σοι καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν λαὸν τοῦτον (Números 22, 17)

  • καὶ ἀπεκρίθη Βαλααμ καὶ εἶπεν τοῖς ἄρχουσιν Βαλακ ἐὰν δῷ μοι Βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου τοῦ θεοῦ ποιῆσαι αὐτὸ μικρὸν ἢ μέγα ἐν τῇ διανοίᾳ μου (Números 22, 18)

  • καὶ νῦν ὑπομείνατε αὐτοῦ καὶ ὑμεῖς τὴν νύκτα ταύτην καὶ γνώσομαι τί προσθήσει κύριος λαλῆσαι πρός με (Números 22, 19)

  • καὶ ἦλθεν ὁ θεὸς πρὸς Βαλααμ νυκτὸς καὶ εἶπεν αὐτῷ εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι ἀναστὰς ἀκολούθησον αὐτοῖς ἀλλὰ τὸ ῥῆμα ὃ ἂν λαλήσω πρὸς σέ τοῦτο ποιήσεις (Números 22, 20)

  • καὶ ἀναστὰς Βαλααμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη μετὰ τῶν ἀρχόντων Μωαβ (Números 22, 21)

  • καὶ ὠργίσθη θυμῷ ὁ θεὸς ὅτι ἐπορεύθη αὐτός καὶ ἀνέστη ὁ ἄγγελος τοῦ θεοῦ ἐνδιαβάλλειν αὐτόν καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ καὶ δύο παῖδες αὐτοῦ μετ’ αὐτοῦ (Números 22, 22)

  • καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν ῥομφαίαν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπορεύετο εἰς τὸ πεδίον καὶ ἐπάταξεν τὴν ὄνον τῇ ῥάβδῳ τοῦ εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ (Números 22, 23)

  • καὶ ἔστη ὁ ἄγγελος τοῦ θεοῦ ἐν ταῖς αὔλαξιν τῶν ἀμπέλων φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν (Números 22, 24)


"Que Maria seja toda a razão da sua existência e o guie ao porto seguro da eterna salvação." São Padre Pio de Pietrelcina