Fundar 30029 Resultados para: Οὐ
μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· (Gálatas 6, 7)
ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. (Gálatas 6, 8)
τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐγκακῶμεν, καιρῶ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. (Gálatas 6, 9)
ἄρα οὗν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. (Gálatas 6, 10)
ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὖτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα τῶ σταυρῶ τοῦ χριστοῦ μὴ διώκωνται· (Gálatas 6, 12)
οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. (Gálatas 6, 13)
ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῶ σταυρῶ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ, δι᾽ οὖ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ. (Gálatas 6, 14)
οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. (Gálatas 6, 15)
καὶ ὅσοι τῶ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾽ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν ἰσραὴλ τοῦ θεοῦ. (Gálatas 6, 16)
τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα τοῦ ἰησοῦ ἐν τῶ σώματί μου βαστάζω. (Gálatas 6, 17)
ἡ χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν. (Gálatas 6, 18)
παῦλος ἀπόστολος χριστοῦ ἰησοῦ διὰ θελήματος θεοῦ τοῖς ἁγίοις τοῖς οὗσιν [ἐν ἐφέσῳ] καὶ πιστοῖς ἐν χριστῶ ἰησοῦ· (Efésios 1, 1)