Fundar 30029 Resultados para: Οὐ
οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε. (Atos dos Apóstolos 7, 53)
ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾽ αὐτόν. (Atos dos Apóstolos 7, 54)
ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ, (Atos dos Apóstolos 7, 55)
καὶ εἶπεν, ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ. (Atos dos Apóstolos 7, 56)
καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου σαύλου. (Atos dos Apóstolos 7, 58)
καὶ ἐλιθοβόλουν τὸν στέφανον ἐπικαλούμενον καὶ λέγοντα, κύριε ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. (Atos dos Apóstolos 7, 59)
θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ, κύριε, μὴ στήσῃς αὐτοῖς ταύτην τὴν ἁμαρτίαν. καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. (Atos dos Apóstolos 7, 60)
σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς ἰουδαίας καὶ σαμαρείας πλὴν τῶν ἀποστόλων. (Atos dos Apóstolos 8, 1)
σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν. (Atos dos Apóstolos 8, 3)
οἱ μὲν οὗν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον. (Atos dos Apóstolos 8, 4)
προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ φιλίππου ὁμοθυμαδὸν ἐν τῶ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει· (Atos dos Apóstolos 8, 6)
ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες, οὖτός ἐστιν ἡ δύναμις τοῦ θεοῦ ἡ καλουμένη μεγάλη. (Atos dos Apóstolos 8, 10)