Mosaico decorativo

Fundar 30029 Resultados para: Οὐ

  • λέγει ὁ ἰησοῦς, ἄρατε τὸν λίθον. λέγει αὐτῶ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος μάρθα, κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. (São João 11, 39)

  • λέγει αὐτῇ ὁ ἰησοῦς, οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ; (São João 11, 40)

  • ἦραν οὗν τὸν λίθον. ὁ δὲ ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν, πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. (São João 11, 41)

  • ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. (São João 11, 42)

  • ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ ἰησοῦς, λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν. (São João 11, 44)

  • πολλοὶ οὗν ἐκ τῶν ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν· (São João 11, 45)

  • τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ ἐποίησεν ἰησοῦς. (São João 11, 46)

  • συνήγαγον οὗν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι συνέδριον, καὶ ἔλεγον, τί ποιοῦμεν, ὅτι οὖτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; (São João 11, 47)

  • ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. (São João 11, 48)

  • εἷς δέ τις ἐξ αὐτῶν καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, ὑμεῖς οὐκ οἴδατε οὐδέν, (São João 11, 49)

  • οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. (São João 11, 50)

  • τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους, (São João 11, 51)


"O temor e a confiança devem dar as mãos e proceder como irmãos. Se nos damos conta de que temos muito temor devemos recorrer à confiança. Se confiamos excessivamente devemos ter um pouco de temor". São Padre Pio de Pietrelcina