Mosaico decorativo

Fundar 30029 Resultados para: Οὐ

  • καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, πᾶς γὰρ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. (São Marcos 11, 18)

  • καὶ ἀποκριθεὶς ὁ ἰησοῦς λέγει αὐτοῖς, ἔχετε πίστιν θεοῦ, (São Marcos 11, 22)

  • ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῶ ὄρει τούτῳ, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύῃ ὅτι ὃ λαλεῖ γίνεται, ἔσται αὐτῶ. (São Marcos 11, 23)

  • διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα προσεύχεσθε καὶ αἰτεῖσθε, πιστεύετε ὅτι ἐλάβετε, καὶ ἔσται ὑμῖν. (São Marcos 11, 24)

  • καὶ ὅταν στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. (São Marcos 11, 25)

  • καὶ ἔρχονται πάλιν εἰς ἱεροσόλυμα. καὶ ἐν τῶ ἱερῶ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι (São Marcos 11, 27)

  • καὶ ἔλεγον αὐτῶ, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἢ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς; (São Marcos 11, 28)

  • ὁ δὲ ἰησοῦς εἶπεν αὐτοῖς, ἐπερωτήσω ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· (São Marcos 11, 29)

  • τὸ βάπτισμα τὸ ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι. (São Marcos 11, 30)

  • καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες, ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, διὰ τί [οὗν] οὐκ ἐπιστεύσατε αὐτῶ; (São Marcos 11, 31)

  • ἀλλὰ εἴπωμεν, ἐξ ἀνθρώπων; _ ἐφοβοῦντο τὸν ὄχλον, ἅπαντες γὰρ εἶχον τὸν ἰωάννην ὄντως ὅτι προφήτης ἦν. (São Marcos 11, 32)

  • καὶ ἀποκριθέντες τῶ ἰησοῦ λέγουσιν, οὐκ οἴδαμεν. καὶ ὁ ἰησοῦς λέγει αὐτοῖς, οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. (São Marcos 11, 33)


"O passado não conta mais para o Senhor. O que conta é o presente e estar atento e pronto para reparar o que foi feito." São Padre Pio de Pietrelcina