Mosaico decorativo

Fundar 17880 Resultados para: Οἱ

  • λέγων, ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· (Hebreus 2, 12)

  • καὶ πάλιν, ἐγὼ ἔσομαι πεποιθὼς ἐπ᾽ αὐτῶ· καὶ πάλιν, ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. (Hebreus 2, 13)

  • ἐπεὶ οὗν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ᾽ ἔστιν τὸν διάβολον, (Hebreus 2, 14)

  • καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. (Hebreus 2, 15)

  • ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ· (Hebreus 2, 17)

  • ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. (Hebreus 2, 18)

  • ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν ἰησοῦν, (Hebreus 3, 1)

  • πιστὸν ὄντα τῶ ποιήσαντι αὐτὸν ὡς καὶ μωϊσῆς ἐν [ὅλῳ] τῶ οἴκῳ αὐτοῦ. (Hebreus 3, 2)

  • πλείονος γὰρ οὖτος δόξης παρὰ μωϊσῆν ἠξίωται καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. (Hebreus 3, 3)

  • πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ πάντα κατασκευάσας θεός. (Hebreus 3, 4)

  • καὶ μωϊσῆς μὲν πιστὸς ἐν ὅλῳ τῶ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, (Hebreus 3, 5)

  • χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· οὖ οἶκός ἐσμεν ἡμεῖς, ἐάν[περ] τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος κατάσχωμεν. (Hebreus 3, 6)


"Enquanto estivermos vivos sempre seremos tentados. A vida é uma contínua luta." São Padre Pio de Pietrelcina